previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[374]

Τῇ δ᾽ ἐπιούσῃ σκυλεύοντες οἱ Παλαιστῖνοι τοὺς τῶν πολεμίων νεκροὺς ἐπιτυγχάνουσι τοῖς Σαούλου καὶ τῶν παίδων αὐτοῦ σώμασι καὶ σκυλεύσαντες ἀποτέμνουσιν αὐτῶν τὰς κεφαλάς, καὶ κατὰ πᾶσαν περιήγγειλαν τὴν χώραν πέμψαντες, ὅτι πεπτώκασιν οἱ πολέμιοι: καὶ τὰς μὲν πανοπλίας αὐτῶν ἀνέθηκαν εἰς τὸ Ἀστάρτειον ἱερόν, τὰ δὲ σώματα ἀνεσταύρωσαν πρὸς τὰ τείχη τῆς Βηθσὰν πόλεως, νῦν Σκυθόπολις καλεῖται. [375] ἐπεὶ δὲ ἤκουσαν οἱ ἐν Ἰάβει πόλει τῆς Γαλααδίτιδος κατοικοῦντες, ὅτι λελώβηνται τὸν Σαούλου νεκρὸν καὶ τοὺς τῶν παίδων αὐτοῦ, δεινὸν ἡγησάμενοι περιϊδεῖν ἀκηδεύτους ἐξελθόντες οἱ ἀνδρειότατοι καὶ τόλμῃ διαφέροντες, δὲ πόλις αὕτη καὶ σώμασιν ἀλκίμους καὶ ψυχαῖς φέρει, καὶ δι᾽ ὅλης τῆς νυκτὸς ὁδεύσαντες ἦλθον εἰς Βηθσάν, [376] καὶ προσελθόντες τῷ τείχει τῶν πολεμίων καὶ καθελόντες τὸ σῶμα Σαούλου καὶ τὰ τῶν παίδων αὐτοῦ κομίζουσιν εἰς Ἰάβησαν μηδὲ τῶν πολεμίων αὐτοὺς κωλῦσαι τολμησάντων διὰ τὴν ἀνδρείαν. [377] οἱ δὲ Ἰαβησηνοὶ πανδημεὶ κλαύσαντες θάπτουσι τὰ σώματα ἐν τῷ καλλίστῳ τῆς χώρας τόπῳ Ἀρούρης λεγομένῳ, καὶ πένθος ἐφ᾽ ἡμέρας ἑπτὰ σὺν γυναιξὶ καὶ τέκνοις ἐπ᾽ αὐτοῖς ἦγον κοπτόμενοι καὶ θρηνοῦντες τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ μήτε τροφῆς μήτε ποτοῦ γευσάμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: