previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[53]

Ἅμα δὲ ἡμέρᾳ Σαμουῆλος ἀναστήσας αὐτὸν ἐκ τῆς κοίτης προύπεμπε καὶ γενόμενος ἔξω τῆς πόλεως ἐκέλευσε τὸν μὲν θεράποντα ποιῆσαι προελθεῖν, ὑπολείπεσθαι δὲ αὐτὸν: ἔχειν γὰρ αὐτῷ τι φράσαι μηδενὸς ἄλλου παρόντος. [54] καὶ μὲν Σαοῦλος ἀποπέμπεται τὸν ἀκόλουθον, λαβὼν δ᾽ προφήτης τὸ ἅγιον ἔλαιον καταχεῖ τῆς τοῦ νεανίσκου κεφαλῆς καὶ κατασπασάμενοςἴσθι, φησὶ, βασιλεὺς ὑπὸ τοῦ θεοῦ κεχειροτονημένος ἐπί τε Παλαιστίνους καὶ τὴν ὑπὲρ Ἑβραίων ἄμυναν. τούτων δὲ ἔσται σοι σημεῖον σε βούλομαι προγινώσκειν: [55] ὅταν ἀπέλθῃς ἐντεῦθεν καταλήψῃ τρεῖς ἀνθρώπους ἐν τῇ ὁδῷ προσκυνῆσαι τῷ θεῷ πορευομένους εἰς Βέθηλα, ὧν τὸν μὲν πρῶτον τρεῖς ἄρτους ὄψει κομίζοντα, τὸν δὲ δεύτερον ἔριφον, τρίτος δὲ ἀσκὸν οἴνου φέρων ἀκολουθήσει. ἀσπάσονται δέ σε οὗτοι καὶ φιλοφρονήσονται καὶ δώσουσί σοι ἄρτους δύο, σὺ δὲ λήψῃ. [56] κἀκεῖθεν ἥξεις εἰς τὸ Ῥαχήλας καλούμενον μνημεῖον, ὅπου συμβαλεῖς τῷ σεσῶσθαί σου τὰς ὄνους εὐαγγελιουμένῳ: ἔπειτ᾽ ἐκεῖθεν ἐλθὼν εἰς Γεβαθὰ προφήταις ἐκκλησιάζουσιν ἐπιτεύξῃ καὶ γενόμενος ἔνθεος προφητεύσεις σὺν αὐτοῖς, ὡς πάνθ᾽ ὅντιν᾽ ὁρῶντα ἐκπλήττεσθαί τε καὶ θαυμάζειν λέγονταπόθεν εἰς τοῦτο εὐδαιμονίας Κεισαίου παῖς παρῆλθεν;’ ὅταν δέ σοι ταῦτα γένηται τὰ σημεῖα, [57] τὸν θεὸν ἴσθι μετὰ σοῦ τυγχάνοντα, ἄσπασαί τε τὸν πατέρα σου καὶ τοὺς συγγενεῖς. ἥξεις δὲ μετάπεμπτος εἰς Γάλγαλα ὑπ᾽ ἐμοῦ, ἵνα χαριστήρια τούτων θύσωμεν τῷ θεῷ.’ φράσας ταῦτα καὶ προειπὼν ἀποπέμπει τὸν νεανίσκον: τῷ Σαούλῳ δὲ πάντα κατὰ τὴν Σαμουήλου προφητείαν ἀπήντησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: