previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[134]

Ὁμολογεῖ δὲ ποιήσειν Σαοῦλος τὰ προστασσόμενα, τὴν δὲ πειθαρχίαν τὴν πρὸς τὸν θεὸν οὐκ ἐν τῷ ποιήσασθαι τὴν πρὸς τοὺς Ἀμαληκίτας στρατείαν λογιζόμενος εἶναι μόνον, ἀλλὰ καὶ τὴν ἑτοιμότητα καὶ τὸ τάχος ἀναβολῆς οὐ προσούσης ἔτι μᾶλλον ἐμφανίζει, ἀθροίζει τε πᾶσαν τὴν δύναμιν καὶ ταύτην ἐξαριθμήσας ἐν Γαλγάλοις εὑρίσκει τῶν Ἰσραηλιτῶν ἔξω τῆς Ἰούδα φυλῆς περὶ τεσσαράκοντα μυριάδας: ἥδε γὰρ φυλὴ καθ᾽ αὑτήν ἐστι στρατιῶται τρισμύριοι. [135] Σαοῦλος δ᾽ ἐμβαλὼν εἰς τὴν τῶν Ἀμαληκιτῶν χώραν ἐνέδρας πολλὰς καὶ λόχους περὶ τὸν χειμάρρουν τίθησιν, ὡς μὴ μόνον ἐκ τοῦ φανεροῦ μαχομένους αὐτοὺς κακῶς ποιεῖν, ἀλλὰ καὶ μὴ προσδοκῶσι κατὰ τὰς ὁδοὺς ἐπιπίπτειν καὶ κυκλουμένους ἀναιρεῖν: καὶ δὴ συμβαλὼν αὐτοῖς εἰς μάχην τρέπεται τοὺς πολεμίους καὶ διαφθείρει πάντας φεύγουσιν ἐπακολουθῶν. [136] ὡς δ᾽ ἐκεῖνο τὸ ἔργον αὐτῷ κατὰ τὴν τοῦ θεοῦ προφητείαν ἐχώρησε, ταῖς πόλεσι τῶν Ἀμαληκιτῶν προσέβαλε καὶ τὰς μὲν μηχανήμασι, τὰς δὲ ὀρύγμασιν ὑπονόμοις καὶ τείχεσιν ἔξωθεν ἀντῳκοδομημένοις, τὰς δὲ λιμῷ καὶ δίψει, τὰς δὲ ἄλλοις τρόποις ἐκπολιορκήσας καὶ λαβὼν κατὰ κράτος ἐπὶ σφαγὴν γυναικῶν καὶ νηπίων ἐχώρησεν, οὐδὲν ὠμὸν οὐδ᾽ ἀνθρωπίνης σκληρότερον διαπράσσεσθαι φύσεως ἡγούμενος, πρῶτον μὲν πολεμίους ταῦτα δρῶν, ἔπειτα προστάγματι θεοῦ, τὸ μὴ πείθεσθαι κίνδυνον ἔφερε. [137] λαμβάνει δὲ καὶ τὸν βασιλέα τῶν ἐχθρῶν Ἄγαγον αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος σωτηρίας ἄξιον ἔκρινεν οὐκέτι τοῦτο ποιῶν κατὰ βούλησιν τοῦ θεοῦ, πάθει δὲ νικώμενος ἰδίῳ καὶ χαριζόμενος ἀκαίρως περὶ ὧν οὐκ εἶχεν ἀκίνδυνον ἐξουσίαν οἴκτῳ. [138] μὲν γὰρ θεὸς οὕτως ἐμίσησε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος, ὡς μηδὲ νηπίων φείσασθαι κελεῦσαι πρὸς μᾶλλον ἔλεος γίνεσθαι πέφυκε, Σαοῦλος δὲ αὐτῶν τὸν βασιλέα καὶ τὸν ἡγεμόνα τῶν εἰς Ἑβραίους κακῶν ἔσωσε τῆς μνήμης ὧν ἐπέστειλεν θεὸς τὸ τοῦ πολεμίου κάλλος ἐπίπροσθεν ποιησάμενος. [139] συνεξήμαρτε δ᾽ αὐτῷ καὶ τὸ πλῆθος: καὶ γὰρ ἐκεῖνοι τῶν ὑποζυγίων καὶ τῶν βοσκημάτων ἐφείσαντο καὶ διήρπασαν μὴ τηρεῖν αὐτὰ τοῦ θεοῦ κελεύσαντος τά τε ἄλλα χρήματα καὶ τὸν πλοῦτον ἐξεφόρησαν, εἰ δέ τι μὴ σπουδῆς ἦν ἄξιον ὥστε κεκτῆσθαι διέφθειραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: