previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[189]

Ἀπαντᾷ δὲ νεανίσκος μετὰ συμμάχου μὴ βλεπομένου τῷ πολεμίῳ: θεὸς δ᾽ ἦν οὗτος. καὶ ἀνελόμενος ἐκ τῆς πήρας ὧν εἰς αὐτὴν κατέθηκεν ἐκ τοῦ χειμάρρου λίθων ἕνα καὶ ἁρμόσας τῇ σφενδόνῃ βάλλει ἐπὶ τὸν Γολίαθον εἰς τὸ μέτωπον: καὶ διῆλθεν ἕως τοῦ ἐγκεφάλου τὸ βληθέν, ὡς εὐθὺς καρωθέντα πεσεῖν τὸν Γολίαθον ἐπὶ τὴν ὄψιν. [190] δραμὼν δ᾽ ἐφίσταται τῷ πολεμίῳ κειμένῳ καὶ τῇ ῥομφαίᾳ τῇ ἐκείνου μάχαιραν οὐκ ἔχων αὐτὸς ἀποτέμνει τὴν κεφαλὴν αὐτοῦ. [191] πεσὼν δ᾽ Γολίαθος ἧττα καὶ φυγὴ γίνεται Παλαιστίνοις: τὸν γὰρ δοκιμώτατον ἰδόντες ἐρριμμένον καὶ περὶ τῶν ὅλων δείσαντες οὐκέτι μένειν διέγνωσαν, ἀλλ᾽ αἰσχρᾷ καὶ ἀκόσμῳ φυγῇ παραδόντες ἑαυτοὺς ἐξαρπάζειν τῶν κινδύνων ἐπειρῶντο. Σαοῦλος δὲ καὶ πᾶς τῶν Ἑβραίων στρατὸς ἀλαλάξαντες ἐκπηδῶσιν εἰς αὐτοὺς καὶ πολλοὺς ἀποσφάττοντες διώκουσιν ἄχρι τῶν Γίττης ὁρίων καὶ τῶν πυλῶν τῶν Ἀσκάλωνος. [192] καὶ θνήσκουσι μὲν τῶν Παλαιστίνων εἰς τρισμυρίους, δὶς δὲ τοσοῦτοι τραυματίαι γίνονται. Σαοῦλος δὲ ὑποστρέψας εἰς τὸ στρατόπεδον αὐτῶν διαρπάζει τὸ χαράκωμα καὶ ἐνέπρησε: τὴν κεφαλὴν δὲ Γολιάθου Δαβίδης εἰς τὴν ἰδίαν σκηνὴν ἐκόμισε καὶ τὴν ῥομφαίαν ἀνέθηκε τῷ θεῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: