previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[301]

Συνελθόντων δὲ τῶν Παλαιστίνων εἰς Γάζαρα πόλιν ἀκούσας βασιλεὺς ἔπεμψεν ἐπ᾽ αὐτοὺς στρατιάν. ἠρίστευσε δὲ τότε καὶ σφόδρ᾽ ηὐδοκίμησε Σαβρήχης Χετταῖος εἷς τῶν περὶ Δαυίδην ἀνδρειοτάτων: ἀπέκτεινε γὰρ πολλοὺς τῶν αὐχούντων προγόνους τοὺς Γίγαντας καὶ μέγα ἐπ᾽ ἀνδρείᾳ φρονούντων, αἴτιός τε τῆς νίκης τοῖς Ἑβραίοις ἐγένετο. [302] καὶ μετ᾽ ἐκείνην τὴν ἧτταν πάλιν ἐπολέμησαν οἱ Παλαιστῖνοι: καὶ στρατιὰν ἐπ᾽ αὐτοὺς Δαυίδου πέμψαντος ἠρίστευσεν Ἐφὰν συγγενὴς αὐτοῦ: μονομαχήσας γὰρ τῷ πάντων ἀνδρειοτάτῳ Παλαιστίνων ἀπέκτεινεν αὐτὸν καὶ τοὺς ἄλλους εἰς φυγὴν ἔτρεψε, πολλοί τε αὐτῶν ἀπέθανον μαχόμενοι. [303] διαλιπόντες δ᾽ ὀλίγον χρόνον ἐστρατοπεδεύσαντο πρὸς τῇ πόλει τῶν ὅρων τῆς Ἑβραίων χώρας οὐκ ἄπωθεν. ἦν δ᾽ αὐτοῖς ἀνὴρ τὸ μὲν ὕψος ἓξ πηχῶν, δακτύλους δ᾽ ἐν ἑκατέρῳ τῶν βάσεων καὶ τῶν χειρῶν ἑνὶ περισσοτέρους εἶχε τῶν κατὰ φύσιν. [304] ἐκ τῆς οὖν πεμφθείσης ἐπ᾽ αὐτοὺς ὑπὸ Δαυίδου στρατιᾶς τούτῳ μονομαχήσας Ἰωνάθης Σουμᾶ υἱὸς ἀνεῖλέ τε αὐτὸν καὶ τῆς ὅλης νίκης ῥοπὴ γενόμενος δόξαν ἀριστείας ἀπηνέγκατο: καὶ γὰρ οὗτος Παλαιστῖνος ηὔχει τῶν Γιγάντων ἀπόγονος εἶναι. μετὰ δὲ ταύτην τὴν μάχην οὐκέτι τοῖς Ἰσραηλίταις ἐπολέμησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: