previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[263]

Τῶν δὲ πρέσβεων ἀφικομένων πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα παρεγένετο. πάντας δὲ τοὺς ἄλλους ἔφθασεν Ἰούδα φυλὴ πρὸς τὸν Ἰόρδανον ποταμὸν ἀπαντῆσαι τῷ βασιλεῖ καὶ Γήρα παῖς Σαμούις μετὰ χιλίων ἀνδρῶν, οὓς ἐκ τῆς Βενιαμίδος φυλῆς ἐπήγετο, καὶ Σιβᾶς δὲ ἀπελεύθερος Σαούλου καὶ οἱ παῖδες αὐτοῦ πεντεκαίδεκα τὸν ἀριθμὸν ὄντες μετὰ οἰκετῶν εἴκοσιν. [264] οὗτοι σὺν τῇ Ἰούδα φυλῇ τὸν ποταμὸν ἐγεφύρωσαν, ἵνα ῥᾷστα διαβῇ μετὰ τῶν ἰδίων βασιλεύς. ὡς δὲ ἧκεν ἐπὶ τὸν Ἰόρδανον ἠσπάσατο μὲν αὐτὸν Ἰούδα φυλή, προσπεσὼν δ᾽ ἀναβάντι ἐπὶ τὴν γέφυραν Σαμούις καὶ κατασχὼν αὐτοῦ τοὺς πόδας ἐδεῖτο συγγνῶναι περὶ τῶν εἰς αὐτὸν ἡμαρτημένων καὶ μὴ γενέσθαι πικρὸν αὐτῷ μηδὲ τοῦτο πρῶτον ἡγήσασθαι τὴν τιμωρίαν ἐν ἐξουσίᾳ γενόμενον, λογίσασθαι δ᾽ ὅτι καὶ μετανοήσας ἐφ᾽ οἷς ἐσφάλη πρῶτος ἐλθεῖν πρὸς αὐτὸν ἔσπευσε. [265] ταῦτα δ᾽ ἀντιβολοῦντος αὐτοῦ καὶ οἰκτιζομένου Ἀβεσσαῖος Ἰωάβου ἀδελφός, ‘διὰ τοῦτο οὖν, εἶπεν, οὐ τεθνήξῃ βλασφημήσας τὸν ὑπὸ τοῦ θεοῦ κατασταθέντα βασιλεύειν;’ Δαυίδης δ᾽ ἐπιστραφεὶς πρὸς αὐτόν, ‘οὐ παύσεσθ᾽, εἶπεν, Σαρουίας παῖδες; μὴ κινήσητε πάλιν ἡμῖν καινὰς ἐπὶ ταῖς πρώταις ταραχὰς καὶ στάσεις: [266] οὐ γὰρ ἀγνοεῖν ὑμᾶς προσῆκεν, ὅτι σήμερον ἄρχομαι τῆς βασιλείας. διὸ πᾶσιν ἀφιέναι τὰς κολάσεις τοῖς ἀσεβήσασιν ὄμνυμι καὶ μηδενὶ τῶν ἁμαρτόντων ἐπεξελθεῖν. σύ τε, εἶπεν, Σαμούι, θάρρει καὶ δείσῃς μηδὲν ὡς τεθνηξόμενος.’ δὲ προσκυνήσας αὐτὸν προῆγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: