previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[272]

Βεέρζελον δὲ τὸν Γαλαδίτην ἄνδρα μέγαν καὶ καλὸν καὶ πολλὰ παρεσχημένον ἐν ταῖς Παρεμβολαῖς αὐτῷ Δαυίδης προπέμψαντα μέχρι τοῦ Ἰορδάνου παρεκάλει συνελθεῖν ἕως τῶν Ἱεροσολύμων: γηρωκομήσειν γὰρ αὐτὸν ἐν πάσῃ τιμῇ καὶ ὡς πατρὸς ἐπιμεληθήσεσθαι καὶ προνοήσειν ἐπηγγέλλετο. [273] δὲ πόθῳ τῶν οἴκοι παρῃτεῖτο τὴν μετ᾽ αὐτοῦ διατριβήν: καὶ τὸ γῆρας λέγων τοιοῦτον αὐτῷ τυγχάνειν, ὥστε μὴ ἀπολαύειν τῶν ἡδέων εἰς ὀγδοήκοντα ἔτη προβεβηκότος, ἀλλ᾽ ὥστε καταλύσεως ἤδη καὶ ταφῆς προνοεῖν, ἐπὶ ταύτην ἠξίου βουλόμενον αὐτῷ χαρίζεσθαι τὰ κατ᾽ ἐπιθυμίαν αὐτὸν ἀπολῦσαι: [274] οὔτε γὰρ τροφῆς οὔτε ποτοῦ συνιέναι διὰ τὸν χρόνον, ἀποκεκλεῖσθαι δ᾽ αὐτῷ καὶ τὰς ἀκοὰς ἤδη πρὸς αὐλῶν ἤχους καὶ μέλη τῶν ἄλλων ὀργάνων, ὅσα παρὰ βασιλεῦσι τέρπει τοὺς συνδιαιτωμένους. οὕτως δὲ λιπαρῶς δεομένου, ‘σὲ μέν, εἶπεν, ἀπολύω, [275] τὸν δ᾽ υἱὸν Ἀχίμανον ἄφες μοι: πάντων γὰρ αὐτῷ μεταδώσω τῶν ἀγαθῶν.’ καὶ Βεέρζελος μὲν καταλιπὼν τὸν υἱὸν καὶ προσκυνήσας τὸν βασιλέα καὶ πάντων ἐπευξάμενος αὐτῷ τέλος ὧν ἔχει κατὰ ψυχὴν οἴκαδ᾽ ὑπέστρεψε. παραγίνεται δ᾽ εἰς Γάλγαλα Δαυίδης τοῦ λαοῦ παντὸς ἤδη τὸ ἥμισυ περὶ αὑτὸν ἔχων καὶ τὴν Ἰούδα φυλήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: