previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[329]

Κατακούσας δὲ θεὸς τῆς ἱκεσίας ἔπαυσε τὸν λοιμόν, καὶ πέμψας Γάδον τὸν προφήτην ἐκέλευσεν αὐτὸν ἀναβῆναι παραχρῆμα εἰς τὴν ἅλω τοῦ Ἰεβουσαίου Ὀροννᾶ καὶ οἰκοδομήσαντα βωμὸν ἐκεῖ τῷ θεῷ θυσίαν ἐπιτελέσαι. Δαυίδης δ᾽ ἀκούσας οὐκ ἠμέλησεν, ἀλλ᾽ εὐθὺς ἔσπευσεν ἐπὶ τὸν παρηγγελμένον αὐτῷ τόπον. [330] Ὀροννᾶς δὲ τὸν σῖτον ἀλοῶν ἐπεὶ τὸν βασιλέα προσιόντα καὶ τοὺς παῖδας αὐτοῦ πάντας ἐθεάσατο, προσέδραμεν αὐτῷ καὶ προσεκύνησεν. ἦν δὲ τὸ μὲν γένος Ἰεβουσαῖος, φίλος δ᾽ ἐν τοῖς μάλιστα Δαυίδου: καὶ διὰ τοῦτ᾽ αὐτὸν οὐδὲν εἰργάσατο δεινόν, ὅτε τὴν πόλιν κατεστρέψατο, ὡς μικρὸν ἔμπροσθεν ἐδηλώσαμεν. [331] τοῦ δὲ Ὀροννᾶ πυθομένου τί παρείη πρὸς τὸν δοῦλον δεσπότης, εἶπεν ὠνήσασθαι παρ᾽ αὐτοῦ τὴν ἅλω, ὅπως βωμὸν ἐν αὐτῇ κατασκευάσῃ τῷ θεῷ καὶ ποιήσῃ θυσίαν. δὲ καὶ τὴν ἅλω εἶπε καὶ τὰ ἄροτρα καὶ τοὺς βόας εἰς ὁλοκαύτωσιν χαρίζεσθαι καὶ τὸν θεὸν ἡδέως εὔχεσθαι τὴν θυσίαν προσέσθαι. [332] δὲ βασιλεὺς ἀγαπᾶν μὲν αὐτὸν τῆς ἁπλότητος καὶ τῆς μεγαλοψυχίας ἔλεγε καὶ δέχεσθαι τὴν χάριν, τιμὴν δ᾽ αὐτὸν ἠξίου λαμβάνειν πάντων: οὐ γὰρ εἶναι δίκαιον προῖκα θυσίαν ἐπιτελεῖν. τοῦ δὲ Ὀροννᾶ φήσαντος ποιεῖν τι βούλεται πεντήκοντα σίκλων ὠνεῖται παρ᾽ αὐτοῦ τὴν ἅλω. [333] καὶ οἰκοδομήσας τὸν βωμὸν ἱερούργησε καὶ ὡλοκαύτωσε καὶ θυσίας ἐπήνεγκεν εἰρηνικάς. καταπραΰνεται δὲ τούτοις τὸ θεῖον καὶ πάλιν εὐμενὲς γίνεται. συνέβη δ᾽ εἰς ἐκεῖνον ἀγαγεῖν τὸν τόπον Ἅβραμον τὸν υἱὸν αὐτοῦ Ἴσακον ὥστε ὁλοκαυτῶσαι, καὶ μέλλοντος ἀποσφάττεσθαι τοῦ παιδὸς κριὸν ἐξαίφνης ἀναφανῆναι παρεστῶτα τῷ βωμῷ, ὃν καὶ κατέθυσεν Ἅβραμος ἀντὶ τοῦ παιδός, ὡς προειρήκαμεν. [334] ὁρῶν δ᾽ βασιλεὺς Δαυίδης τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐπήκοον γεγενημένον καὶ τὴν θυσίαν ἡδέως προσδεξάμενον ἔκρινε τὸν τόπον ἐκεῖνον ὅλον βωμὸν προσαγορεῦσαι τοῦ λαοῦ παντὸς καὶ οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ ταύτην εὐστόχως ἀφῆκεν εἰς τὸ γενησόμενον τὴν φωνήν: γὰρ θεὸς τὸν προφήτην ἀποστείλας πρὸς αὐτὸν ἐκεῖ ναὸν ἔλεγεν οἰκοδομήσειν αὐτοῦ τὸν υἱὸν τὸν μέλλοντα μετ᾽ αὐτὸν τὴν βασιλείαν διαδέχεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: