previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[351]

Διαλεγομένης δὲ ἔτι τῆς γυναικὸς ἤγγειλαν οἱ τοῦ δωματίου προεστῶτες, ὅτι βούλεται Νάθας ἰδεῖν αὐτόν. τοῦ δὲ βασιλέως ἐκδέξασθαι κελεύσαντος εἰσελθών, εἰ τήμερον ἀποδείξειε τὸν Ἀδωνίαν βασιλέα καὶ παραδοίη τὴν ἀρχὴν ἐπυνθάνετο: [352] λαμπρὸν γὰρ αὐτὸν ποιήσαντα δεῖπνον κεκληκέναι τοὺς υἱοὺς αὐτοῦ πάντας χωρὶς Σολόμωνος καὶ τὸν στρατηγὸν Ἰώαβον, οἳ μετὰ κρότου καὶ παιδιᾶς εὐωχούμενοι πολλῆς αἰώνιον αὐτῷ συνεύχονται τὴν ἡγεμονίαν: ‘ἐκάλεσε δὲ οὔτε ἐμὲ οὔτε τὸν ἀρχιερέα Σάδωκον οὔτε Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων: δίκαιον δ᾽ εἶναι ταῦτα γινώσκειν ἅπαντας, εἰ κατὰ τὴν σὴν γνώμην ἐγένετο.’ [353] ταῦτα τοῦ Νάθα φήσαντος βασιλεὺς ἐκέλευσε καλέσαι τὴν Βερσάβην πρὸς αὑτόν: ἐκπεπηδήκει γὰρ ἐκ τοῦ δωματίου τοῦ προφήτου παραγενομένου. τῆς δὲ γυναικὸς ἐλθούσης, ‘ὄμνυμί σοι, φησί, τὸν μέγιστον θεόν, μὴν τὸν υἱόν σου Σολόμωνα βασιλεύσειν, ὡς καὶ πρότερον ὤμοσα, καὶ τοῦτον ἐπὶ τοὐμοῦ καθιεῖσθαι θρόνου: καὶ τοῦτο ἔσται τήμερον.’ [354] προσκυνησάσης δ᾽ αὐτὸν τῆς γυναικὸς καὶ μακρὸν εὐξαμένης αὐτῷ βίον Σάδωκον μεταπέμπεται τὸν ἀρχιερέα καὶ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων, [355] καὶ παραγενομένοις κελεύει παραλαβεῖν Νάθαν τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν ὁπλίτας καὶ ἀναβιβάσαντας τὸν υἱὸν αὐτοῦ Σολόμωνα ἐπὶ τὴν βασιλικὴν ἡμίονον ἔξω τῆς πόλεως ἀγαγεῖν ἐπὶ πηγὴν τὴν λεγομένην Γειὼν καὶ περιχρίσαντας τὸ ἅγιον ἔλαιον ἀποδεῖξαι βασιλέα: τοῦτο δὲ ποιῆσαι προσέταξε Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν τὸν προφήτην. [356] ἀκολουθοῦντάς τε προσέταξε διὰ μέσης τῆς πόλεως τοῖς κέρασιν ἐπισαλπίζοντας βοᾶν εἰς αἰῶνα Σολόμωνα τὸν βασιλέα καθίσαι ἐπὶ τοῦ βασιλικοῦ θρόνου, ἵνα γνῷ πᾶς λαὸς ἀποδεδειγμένον αὐτὸν ὑπὸ τοῦ πατρὸς βασιλέα, Σολόμωνι δ᾽ ἐντετάλθαι περὶ τῆς ἀρχῆς, ἵνα εὐσεβῶς καὶ δικαίως προστῇ τοῦ τε Ἑβραίων ἔθνους παντὸς καὶ τῆς Ἰούδα φυλῆς. [357] Βαναία δὲ εὐξαμένου τὸν θεὸν Σολόμωνι εὐμενῆ γενέσθαι μηδὲ μικρὸν διαλιπόντες ἀναβιβάζουσιν ἐπὶ τὴν ἡμίονον τὸν Σολόμωνα, καὶ προαγαγόντες ἔξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν καὶ τῷ ἐλαίῳ χρίσαντες εἰσήγαγον εἰς τὴν πόλιν ἐπευφημοῦντες καὶ τὴν βασιλείαν αὐτῷ γενέσθαι πολυχρόνιον εὐχόμενοι, [358] καὶ παραγαγόντες εἰς τὸν οἶκον τὸν βασιλικὸν καθίζουσιν αὐτὸν ἐπὶ τοῦ θρόνου, καὶ πᾶς λαὸς ἐπ᾽ εὐωχίαν εὐθὺς ἐτράπη καὶ ἑορτὴν χορεύων καὶ αὐλοῖς τερπόμενος, ὡς ὑπὸ τοῦ πλήθους τῶν ὀργάνων ἅπασαν περιηχεῖσθαι τὴν γῆν καὶ τὸν ἀέρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: