previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[127]

Τοῦτο τὸ πταῖσμα τοὺς Ἀμμανίτας οὐκ ἔπεισεν ἠρεμεῖν οὐδὲ μαθόντας τοὺς κρείττονας ἡσυχίαν ἄγειν, ἀλλὰ πέμψαντες πρὸς Χαλαμὰν τὸν τῶν πέραν Εὐφράτου Σύρων βασιλέα μισθοῦνται τοῦτον ἐπὶ συμμαχίᾳ, ἔχοντα μὲν ἀρχιστράτηγον Σέβεκον, πεζῶν δὲ μυριάδας ὀκτὼ καὶ ἱππέων μυρίους. [128] γνοὺς δ᾽ τῶν Ἑβραίων βασιλεὺς πάλιν ἐπ᾽ αὐτὸν τοὺς Ἀμμανίτας τοσαύτην δύναμιν συνηθροικότας οὐκέτι διὰ στρατηγῶν αὐτοῖς πολεμεῖν ἔκρινεν, ἀλλ᾽ αὐτὸς σὺν ἁπάσῃ τῇ δυνάμει διαβὰς τὸν Ἰόρδανον ποταμὸν καὶ ὑπαντήσας αὐτοῖς συνάψας εἰς μάχην ἐνίκησε: καὶ ἀναιρεῖ μὲν αὐτῶν πεζῶν μὲν εἰς τέσσαρας μυριάδας ἱππέων δὲ εἰς ἑπτακισχιλίους, ἔτρωσε δὲ καὶ τὸν στρατηγὸν τοῦ Χαλαμᾶ Σέβεκον, ὃς ἐκ τῆς πληγῆς ἀπέθανεν. [129] οἱ δὲ Μεσοποταμῖται τοιούτου γενομένου τοῦ τέλους τῆς μάχης αὑτοὺς Δαυίδῃ παρέδοσαν καὶ δῶρα ἔπεμψαν αὐτῷ. καὶ μὲν ὥρᾳ χειμῶνος ἀνέστρεψεν εἰς Ἱεροσόλυμα, ἀρχομένου δὲ τοῦ ἔαρος ἔπεμψε τὸν ἀρχιστράτηγον Ἰώαβον πολεμήσοντα τοῖς Ἀμμανίταις. δὲ τήν τε γῆν αὐτῶν ἅπασαν ἐπερχόμενος διέφθειρε καὶ αὐτοὺς εἰς τὴν μητρόπολιν συγκλείσας Ἀραβαθὰ ἐπολιόρκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: