previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[211]

Ἀψαλώμου δὲ καὶ Ἀχιτοφέλου τοῦ συμβούλου παραγενομένων εἰς Ἱεροσόλυμα σὺν ἅπαντι τῷ λαῷ, καὶ Δαυίδου φίλος ἧκε πρὸς αὐτοὺς καὶ προσκυνήσας αὐτὸν συνηύχετο τὴν βασιλείαν εἰς αἰῶνα καὶ τὸν πάντα παραμεῖναι χρόνον. φήσαντος δ᾽ ἐκείνου πρὸς αὐτόν, τί δήποτε φίλος ἐν τοῖς μάλιστα τοῦ πατρὸς αὐτοῦ γεγενημένος καὶ πρὸς ἅπαντα πιστὸς εἶναι δόξας οὐ σὺν αὐτῷ νῦν ἐστιν, ἀλλὰ καταλιπὼν ἐκεῖνον μεταβαίη πρὸς αὐτόν, δεξιῶς ἀποκρίνεται καὶ σωφρόνως: [212] εἶπε γὰρ ἕπεσθαι δεῖν αὐτὸν τῷ θεῷ καὶ τῷ παντὶ πλήθει. τούτων οὖν μετὰ σοῦ, δέσποτα, γεγενημένων εἰκότως ἕπομαι κἀγώ: τὴν γὰρ βασιλείαν ἔλαβες παρὰ τοῦ θεοῦ. τὴν αὐτὴν μέντοι γε πίστιν καὶ εὔνοιαν ἐνδείξομαι πιστευόμενος εἶναι φίλος, ἣν οἶσθά με τῷ πατρί σου παρεσχημένον. ἀγανακτεῖν δ᾽ οὐδὲν προσῆκε τοῖς παροῦσιν: ‘οὐ γὰρ εἰς ἄλλην οἰκίαν βασιλεία μεταβέβηκε, μεμένηκε δ᾽ ἐπὶ τῆς αὐτῆς υἱοῦ παραλαβόντος.’ [213] ταῦτα λέγων ἔπειθεν: ὕποπτον γὰρ αὐτὸν εἶχε. καὶ καλέσας τὸν Ἀχιτόφελον συνεβουλεύετο αὐτῷ τί δεῖ ποιεῖν: δὲ παρῄνεσε ταῖς τοῦ πατρὸς αὐτὸν παλλακαῖς συνελθεῖν: ἐκ τούτου γὰρ εἴσεσθαι τὸν λαὸν ἔλεγε πιστεύσαντα, ὡς ἀδιάλλακτά σοι τὰ πρὸς αὐτόν ἐστι, καὶ μετὰ πολλῆς συστρατεύσεσθαι προθυμίας ἐπὶ τὸν πατέρα: μέχρι δεῦρο γὰρ φανερὰν ἔχθραν ἀναλαμβάνειν δεδιέναι προσδοκῶντας ὑμᾶς ὁμονοήσειν. [214] πεισθεὶς δὲ τῇ συμβουλίᾳ κελεύει σκηνὴν αὑτῷ πῆξαι τοὺς οἰκέτας ἐπὶ τοῦ βασιλείου τοῦ πλήθους ὁρῶντος, καὶ παρελθὼν συνέρχεται ταῖς τοῦ πατρὸς παλλακαῖς. ταῦτα δ᾽ ἐγένετο κατὰ τὴν Νάθα προφητείαν, ἣν τῷ Δαυίδῃ σημαίνων τὴν ἐκ τοῦ παιδὸς ἐσομένην ἐπίθεσιν προεφήτευσε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: