previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[290]

δὲ τῶν Ἱεροσολύμων βασιλεὺς Ἄσανος ἦν τὸν τρόπον ἄριστος καὶ πρὸς τὸ θεῖον ἀφορῶν καὶ μηδὲν μήτε πράττων μήτ᾽ ἐννοούμενος, μὴ πρὸς τὴν εὐσέβειαν εἶχε καὶ τὴν τῶν νομίμων φυλακὴν τὴν ἀναφοράν. κατώρθωσε δὲ τὴν αὑτοῦ βασιλείαν ἐκκόψας εἴ τι πονηρὸν ἦν ἐν αὐτῇ καὶ καθαρεύσας ἁπάσης κηλῖδος. [291] στρατοῦ δ᾽ εἶχεν ἐπιλέκτων ἀνδρῶν ὡπλισμένων θυρεὸν καὶ σιρομάστην ἐκ μὲν τῆς Ἰούδα φυλῆς μυριάδας τριάκοντα, ἐκ δὲ τῆς Βενιαμίτιδος ἀσπίδας φορούντων καὶ τοξοτῶν μυριάδας πέντε καὶ εἴκοσι. [292] ἤδη δὲ αὐτοῦ δέκα ἔτη βασιλεύοντος στρατεύει μεγάλῃ δυνάμει Ζαραῖος ἐπ᾽ αὐτὸν τῆς Αἰθιοπίας βασιλεὺς ἐνενήκοντα μὲν πεζῶν μυριάσιν ἱππέων δὲ δέκα τριακοσίοις δ᾽ ἅρμασι. καὶ μέχρι πόλεως Μαρήσας, ἔστι δ᾽ αὕτη τῆς Ἰούδα φυλῆς, ἐλάσαντος αὐτοῦ μετὰ τῆς οἰκείας δυνάμεως ἀπήντησεν Ἄσανος, [293] καὶ ἀντιπαρατάξας αὐτῷ τὴν στρατιὰν ἔν τινι φάραγγι Σαβαθὰ λεγομένῃ τῆς πόλεως οὐκ ἄπωθεν, ὡς κατεῖδε τὸ τῶν Αἰθιόπων πλῆθος ἀναβοήσας νίκην ᾔτει παρὰ τοῦ θεοῦ καὶ τὰς πολλὰς ἑλεῖν μυριάδας τῶν πολεμίων: οὐδὲ γὰρ ἄλλῳ τινὶ θαρσήσας ἔλεγεν τῇ παρ᾽ αὐτοῦ βοηθείᾳ δυναμένῃ καὶ τοὺς ὀλίγους ἀπεργάσασθαι κρείττους τῶν πλειόνων καὶ τοὺς ἀσθενεῖς τῶν ὑπερεχόντων ἀπαντῆσαι πρὸς μάχην τῷ Ζαραίῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: