previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[335]

Μηνύσαντος δὲ τῷ βασιλεῖ Ὠβεδίου τὸν Ἠλίαν ὑπήντησεν Ἄχαβος καὶ ἤρετο μετ᾽ ὀργῆς, εἰ αὐτὸς εἴη τὸν Ἑβραίων λαὸν κακώσας καὶ τῆς ἀκαρπίας αἴτιος γεγενημένος. δ᾽ οὐδὲν ὑποθωπεύσας αὐτὸν εἶπεν ἅπαντα τὰ δεινὰ πεποιηκέναι καὶ τὸ γένος αὐτοῦ ξενικοὺς ἐπεισενηνοχότας τῇ χώρᾳ θεοὺς καὶ τούτους σέβοντας, τὸν δ᾽ ἴδιον αὐτῶν, ὃς μόνος ἐστὶ θεός, ἀπολελοιπότας καὶ μηδεμίαν ἔτι πρόνοιαν αὐτοῦ ποιουμένους. [336] νῦν μέντοι γε ἀνελθόντα ἐκέλευε πάντα τὸν λαὸν εἰς τὸ Καρμήλιον ὄρος ἀθροῖσαι πρὸς αὐτὸν καὶ τοὺς προφήτας αὐτοῦ καὶ τῆς γυναικός, εἰπὼν ὅσοι τὸν ἀριθμὸν εἴησαν, καὶ τοὺς τῶν ἀλσῶν προφήτας ὡς τετρακοσίους τὸ πλῆθος ὄντας. [337] ὡς δὲ συνέδραμον πάντες εἰς τὸ προειρημένον ὄρος Ἀχάβου διαπέμψαντος, σταθεὶς αὐτῶν προφήτης Ἠλίας μεταξύ, μέχρι πότε διῃρημένους αὐτοὺς τῇ διανοίᾳ καὶ ταῖς δόξαις οὕτως βιώσειν ἔφασκε: νομίσαντας μὲν γὰρ τὸν ἐγχώριον θεὸν ἀληθῆ καὶ μόνον ἕπεσθαι τούτῳ καὶ ταῖς ἐντολαῖς αὐτοῦ παρῄνει, μηδὲν δὲ τοῦτον ἡγουμένους ἀλλὰ περὶ τῶν ξενικῶν ὑπειληφότας ὡς ἐκείνους δεῖ θρησκεύειν αὐτοῖς συνεβούλευε κατακολουθεῖν. [338] τοῦ δὲ πλήθους μηδὲν πρὸς ταῦτ᾽ ἀποκριναμένου ἠξίωσεν Ἠλίας πρὸς διάπειραν τῆς τε τῶν ξενικῶν θεῶν ἰσχύος καὶ τῆς τοῦ ἰδίου, μόνος ὢν αὐτοῦ προφήτης ἐκείνων δὲ τετρακοσίους ἐχόντων, λαβεῖν αὐτός τε βοῦν καὶ ταύτην θύσας ἐπιθεῖναι ξύλοις πυρὸς οὐχ ὑπαφθέντος, κἀκείνους ταὐτὸ ποιήσαντας ἐπικαλέσασθαι τοὺς ἰδίους θεοὺς ἀνακαῦσαι τὰ ξύλα: γενομένου γὰρ τούτου μαθήσεσθαι αὐτοὺς τὴν ἀληθῆ φύσιν τοῦ θεοῦ. [339] ἀρεσάσης δὲ τῆς γνώμης ἐκέλευσεν Ἠλίας τοὺς προφήτας ἐκλεξαμένους βοῦν πρώτους θῦσαι καὶ τοὺς αὑτῶν ἐπικαλέσασθαι θεούς. ἐπεὶ δ᾽ οὐδὲν ἀπήντα παρὰ τῆς εὐχῆς καὶ τῆς ἐπικλήσεως θύσασι τοῖς προφήταις, σκώπτων Ἠλίας μεγάλῃ βοῇ καλεῖν αὐτοὺς ἐκέλευε τοὺς θεούς: γὰρ ἀποδημεῖν αὐτοὺς καθεύδειν. [340] τῶν δ᾽ ἀπ᾽ ὄρθρου τοῦτο ποιούντων μέχρι μέσης ἡμέρας καὶ τεμνόντων αὑτοὺς μαχαίραις καὶ σιρομάσταις κατὰ τὸ πάτριον ἔθος, μέλλων αὐτὸς ἐπιτελεῖν ἐκέλευσε τοὺς μὲν ἀναχωρῆσαι, τοὺς δ᾽ ἐγγὺς προσελθόντας τηρεῖν αὐτόν, μὴ πῦρ λάθρα τοῖς ξύλοις ἐμβάλῃ. [341] τοῦ δὲ ὄχλου προσελθόντος λαβὼν δώδεκα λίθους κατὰ φυλὴν τοῦ λαοῦ τῶν Ἑβραίων ἀνέστησεν ἐξ αὐτῶν θυσιαστήριον καὶ περὶ αὐτὸ δεξαμενὴν ὤρυξε βαθυτάτην, καὶ συνθεὶς τὰς σχίζας ἐπὶ τοῦ βωμοῦ καὶ κατ᾽ αὐτῶν ἐπιθεὶς τὰ ἱερεῖα τέσσαρας ἀπὸ τῆς κρήνης ἐκέλευσεν ὑδρίας ὕδατος κατασκεδάσαι τοῦ θυσιαστηρίου, ὡς ὑπερβαλεῖν αὐτὸ καὶ τὴν δεξαμενὴν ἅπασαν γεμισθῆναι ὕδατος πηγῆς ἀναδοθείσης. [342] ταῦτα δὲ ποιήσας ἤρξατο εὔχεσθαι τῷ θεῷ καὶ καλεῖν αὐτὸν καὶ ποιεῖν τῷ πεπλανημένῳ πολὺν ἤδη χρόνον λαῷ φανερὰν τὴν αὑτοῦ δύναμιν. καὶ ταῦτα λέγοντος ἄφνω πῦρ ἐξ οὐρανοῦ τοῦ πλήθους ὁρῶντος ἐπὶ τὸν βωμὸν ἔπεσε καὶ τὴν θυσίαν ἐδαπάνησεν, ὡς ἀνακαῆναι καὶ τὸ ὕδωρ καὶ ψαφαρὸν γενέσθαι τὸν τόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: