previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[363]

Τῶν δὲ περὶ τὸν Ἄχαβον ὄντων τοιούτων κατὰ τὸν αὐτὸν καιρὸν τοῦ Ἀδάδου βασιλεύων τῶν Σύρων καὶ Δαμασκοῦ δύναμιν ἐξ ἁπάσης τῆς χώρας συναγαγὼν καὶ συμμάχους τοὺς πέραν Εὐφράτου βασιλέας ποιησάμενος τριάκοντα καὶ δύο ἐστράτευσεν ἐπὶ τὸν Ἄχαβον. [364] δ᾽ οὐκ ὢν ὅμοιος αὐτῷ τῇ στρατιᾷ πρὸς μάχην μὲν οὐ παρετάξατο, πάντα δ᾽ εἰς τὰς ὀχυρωτάτας πόλεις ἐγκλείσας τὰ ἐν τῇ χώρᾳ αὐτὸς μὲν ἔμεινεν ἐν Σαμαρείᾳ: τείχη γὰρ αὕτη λίαν ἰσχυρὰ περιεβέβλητο καὶ τὰ ἄλλα δυσάλωτος ἐδόκει: δὲ Σύρος ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τὴν Σαμάρειαν καὶ περικαθίσας αὐτῇ τὸν στρατὸν ἐπολιόρκει. [365] πέμψας δὲ κήρυκα πρὸς Ἄχαβον ἠξίου πρεσβευτὰς δέξασθαι παρ᾽ αὐτοῦ, δι᾽ ὧν αὐτῷ δηλώσει τί βούλεται. τοῦ δὲ τῶν Ἰσραηλιτῶν βασιλέως πέμπειν ἐπιτρέψαντος ἐλθόντες οἱ πρέσβεις ἔλεγον κατ᾽ ἐντολὴν τοῦ βασιλέως τὸν Ἀχάβου πλοῦτον καὶ τὰ τέκνα αὐτοῦ καὶ τὰς γυναῖκας Ἀδάδου τυγχάνειν: ἂν δ᾽ ὁμολογήσῃ καὶ λαβεῖν αὐτὸν τούτων ὅσα βούλεται συγχωρήσῃ, τὴν στρατιὰν ἀπάξει καὶ παύσεται πολιορκῶν αὐτόν. [366] δ᾽ Ἄχαβος τοῖς πρέσβεσιν ἐκέλευσε πορευθεῖσι λέγειν τῷ βασιλεῖ αὐτῶν, ὅτι καὶ αὐτὸς καὶ οἱ ἑκείνου πάντες κτήματά εἰσιν αὐτοῦ. [367] ταῦτα δ᾽ ἀπαγγειλάντων πέμπει πάλιν πρὸς αὐτὸν ἀξιῶν ἀνωμολογηκότα πάντα εἶναι ἐκείνου δέξασθαι τοὺς πεμφθησομένους εἰς τὴν ἐπιοῦσαν ὑπ᾽ αὐτοῦ δούλους, οἷς ἐρευνήσασι τά τε βασίλεια καὶ τοὺς τῶν φίλων καὶ συγγενῶν οἴκους ἐκέλευε διδόναι πᾶν τι ἂν ἐν αὐτοῖς εὕρωσι κάλλιστον, [368] τὰ δ᾽ ἀπαρέσαντα σοὶ καταλείψουσιν. Ἄχαβος δ᾽ ἀγασθεὶς ἐπὶ τῇ δευτέρᾳ πρεσβείᾳ τοῦ τῶν Σύρων βασιλέως συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος ἔλεγεν, ὡς αὐτὸς μὲν ἑτοίμως εἶχεν ὑπὲρ σωτηρίας αὐτοῦ καὶ εἰρήνης καὶ γυναῖκας τὰς ἰδίας προέσθαι τῷ πολεμίῳ καὶ τὰ τέκνα καὶ πάσης παραχωρῆσαι κτήσεως: ταῦτα γὰρ ἐπιζητῶν ἐπρεσβεύσατο πρῶτον Σύρος. [369] νῦν δ᾽ ἠξίωκε δούλους πέμψαι τάς τε πάντων οἰκίας ἐρευνῆσαι καὶ μηδὲν ἐν αὐταῖς καταλιπεῖν τῶν καλλίστων κτημάτων πρόφασιν βουλόμενος πολέμου λαβεῖν, εἰδὼς ὅτι τῶν μὲν ἐμαυτοῦ δι᾽ ὑμᾶς οὐκ ἂν φεισαίμην, ἀφορμὴν δ᾽ ἐκ τοῦ περὶ τῶν ὑμετέρων ἀηδοῦς πραγματευόμενος εἰς τὸ πολεμεῖν: ‘ποιήσω γε μὴν τὰ ὑμῖν δοκοῦντα.’ [370] τὸ δὲ πλῆθος μὴ δεῖν ἀκούειν τῶν κατ᾽ αὐτὸν ἔλεγεν, ἀλλὰ καταφρονεῖν καὶ πρὸς τὸ πολεμεῖν ἑτοίμως ἔχειν. τοῖς οὖν πρεσβευταῖς ἀποκρινάμενος λέγειν ἀπελθοῦσιν, ὅτι τοῖς τὸ πρῶτον ἀξιωθεῖσιν ὑπ᾽ αὐτοῦ καὶ νῦν ἐμμένει τῆς τῶν πολιτῶν ἀσφαλείας ἕνεκα πρὸς δὲ τὴν δευτέραν ἀξίωσιν οὐχ ὑπακούει, ἀπέλυσεν αὐτούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: