previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[57]

δὲ βασιλεὺς Σολόμων ὡς ἐκομίσθη τὰ παρὰ Τυρίων βασιλέως γράμματα τήν τε προθυμίαν αὐτοῦ καὶ τὴν εὔνοιαν ἐπῄνεσε καὶ οἷς ἠξίωσε τούτοις αὐτὸν ἠμείψατο, σίτου μὲν αὐτῷ κατ᾽ ἔτος πέμψας δισμυρίους κόρους καὶ τοσούτους ἐλαίου βάτους, δὲ βάτος δύναται ξέστας ἑβδομήκοντα δύο: τὸ δ᾽ αὐτὸ μέτρον καὶ οἴνου παρεῖχεν. [58] μὲν οὖν Εἱρώμου φιλία καὶ Σολόμωνος ἀπὸ τούτων ἔτι μᾶλλον ηὔξησε καὶ διαμένειν ὤμοσαν εἰς ἅπαν. δὲ βασιλεὺς ἐπέταξε παντὶ τῷ λαῷ φόρον ἐργάτας τρισμυρίους, οἷς ἄπονον τὴν ἐργασίαν κατέστησε μερίσας αὐτὴν συνετῶς: μυρίους γὰρ ἐποίησε κόπτοντας ἐπὶ μῆνα ἕνα ἐν Λιβάνῳ ὄρει δύο μῆνας ἀναπαύεσθαι παραγινομένους ἐπὶ τὰ οἰκεῖα, μέχρις οὗ πάλιν οἱ δισμύριοι τὴν [59] ἐργασίαν ἀναπληρώσωσι κατὰ τὸν ὡρισμένον χρόνον ἔπειθ᾽ οὕτως συνέβαινε τοῖς πρώτοις μυρίοις διὰ τετάρτου μηνὸς ἀπαντᾶν ἐπὶ τὸ ἔργον. ἐγεγόνει δ᾽ ἐπίτροπος τοῦ φόρου τούτου Ἀδώραμος. ἦσαν δ᾽ ἐκ τῶν παροίκων οὓς Δαυίδης καταλελοίπει τῶν μὲν παρακομιζόντων τὴν λιθίαν καὶ τὴν ἄλλην ὕλην ἑπτὰ μυριάδες, τῶν δὲ λατομούντων ὀκτάκις μύριοι, τούτων δ᾽ ἐπιστάται τρισχίλιοι καὶ τριακόσιοι. [60] προστετάχει δὲ λίθους μὲν αὐτοῖς τέμνειν μεγάλους εἰς τοὺς τοῦ ναοῦ θεμελίους, ἁρμόσαντας δὲ πρῶτον καὶ συνδήσαντας ἐν τῷ ὄρει κατακομίζειν οὕτως εἰς τὴν πόλιν. ἐγίνετο δὲ ταῦτ᾽ οὐ παρὰ τῶν οἰκοδόμων τῶν ἐγχωρίων μόνον, ἀλλὰ καὶ ὧν Εἵρωμος ἔπεμψε τεχνιτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: