previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[71]

Διελὼν δὲ τὸν ναὸν εἰς δύο τὸν μὲν ἔνδοθεν οἶκον εἴκοσι πηχῶν ἐποίησεν ἄδυτον, τὸν δὲ τεσσαράκοντα πηχῶν ἅγιον ναὸν ἀπέδειξεν. ἐκτεμὼν δὲ τὸν μέσον τοῖχον θύρας ἐπέστησε κεδρίνας χρυσὸν πολὺν αὐταῖς ἐνεργασάμενος καὶ τορείαν ποικίλην. [72] κατεπέτασε δὲ ταύτας ὕφεσιν εὐανθεστάτοις ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κόκκου πεποιημένοις, οὐ μὴν ἀλλὰ καὶ βύσσου λαμπροτάτης καὶ μαλακωτάτης. ἀνέθηκε δὲ εἰς τὸ ἄδυτον εἴκοσι πηχῶν τὸ εὖρος τῶν δ᾽ αὐτῶν καὶ τὸ μῆκος δύο Χερουβεῖς ὁλοχρύσους πηχῶν ἑκατέραν τὸ ὕψος πέντε, δύο δ᾽ ἦσαν ἑκατέρᾳ πτέρυγες ἐπὶ πέντε πήχεις ἐκτεταμέναι. [73] διὸ καὶ οὐ μακρὰν ἀλλήλων αὐτὰς ἀνέστησεν, ἵνα τῶν πτερύγων τῇ μὲν ἅπτωνται τοῦ κατὰ νότον κειμένου τοίχου τοῦ ἀδύτου, τῇ δὲ κατὰ βορέαν, αἱ δ᾽ ἄλλαι πτέρυγες αὑταῖς συνάπτουσαι τεθείσῃ μεταξὺ αὐτῶν τῇ κιβωτῷ σκέπη τυγχάνωσι. τὰς δὲ Χερουβεῖς οὐδεὶς ὁποῖαί τινές εἰσιν εἰπεῖν οὐδ᾽ εἰκάσαι δύναται. [74] κατέστρωσε δὲ καὶ τοῦ ναοῦ τὸ ἔδαφος ἐλάσμασι χρυσοῦ, ἐπέθηκε δὲ καὶ τῷ πυλῶνι τοῦ ναοῦ θύρας πρὸς τὸ ὕψος τοῦ τοίχου συμμεμετρημένας εὖρος ἐχούσας πηχῶν εἴκοσι, καὶ ταύτας κατεκόλλησε χρυσῷ. [75] συνελόντι δ᾽ εἰπεῖν οὐδὲν εἴασε τοῦ ναοῦ μέρος οὔτε ἔξωθεν οὔτε ἔνδοθεν, μὴ χρυσὸς ἦν. κατεπέτασε δὲ καὶ ταύτας τὰς θύρας ὁμοίως ταῖς ἐνδοτέρω καταπετάσμασιν. δὲ τοῦ προναΐου πύλη τούτων οὐδὲν εἶχε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: