previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[76]

Μεταπέμπεται δ᾽ ἐκ Τύρου Σολόμων παρὰ Εἱρώμου τεχνίτην Χείρωμον ὄνομα μητρὸς μὲν ὄντα Νεφθαλίτιδος τὸ γένος, ἐκ γὰρ ταύτης ὑπῆρχε τῆς φυλῆς, πατρὸς δὲ Οὐρίου γένος Ἰσραηλίτου. οὗτος ἅπαντος μὲν ἐπιστημόνως εἶχεν ἔργου, μάλιστα δὲ τεχνίτης ἦν χρυσὸν ἐργάζεσθαι καὶ ἄργυρον καὶ χαλκόν, ὑφ᾽ οὗ δὴ καὶ πάντα κατὰ τὴν τοῦ βασιλέως βούλησιν τὰ περὶ τὸν ναὸν ἐμηχανήθη. [77] κατεσκεύασε δὲ Χείρωμος οὗτος καὶ στύλους δύο χαλκοῦς ἔσωθεν τὸ πάχος τεσσάρων δακτύλων. ἦν δὲ τὸ μὲν ὕψος τοῖς κίοσιν ὀκτωκαίδεκα πήχεων, δὲ περίμετρος δέκα καὶ δύο πηχῶν: χωνευτὸν δ᾽ ἐφ᾽ ἑκατέρᾳ κεφαλῇ κρίνον ἐφειστήκει τὸ ὕψος ἐπὶ πέντε πήχεις ἐγηγερμένον, περιέκειτο δίκτυον ἐλάτῃ χαλκέᾳ περιπεπλεγμένον καλύπτον τὰ κρίνα. [78] τούτου δὲ ἀπήρτηντο κατὰ διστιχίαν καὶ ῥοιαὶ διακόσιαι. τούτων τῶν κιόνων τὸν μὲν ἕτερον κατὰ τὴν δεξιὰν ἔστησε τοῦ προπυλαίου παραστάδα καλέσας αὐτὸν Ἰαχείν, τὸν δ᾽ ἕτερον κατὰ τὸ ἀριστερὸν ὀνομάσας αὐτὸν Ἀβαίζ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: