previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[124]

Ἐπεὶ δ᾽ εἶχεν αὐτοῖς ἀποχρώντως ταῦτα καὶ μηδὲν ἐνέδει τῇ περὶ τὸν θεὸν εὐσεβείᾳ πρὸς αὑτοὺς ἕκαστος τοῦ βασιλέως ἀπολύσαντος ἀπῄεσαν εὐχαριστήσαντες τῷ βασιλεῖ τῆς τε περὶ αὐτοὺς προνοίας καὶ ὧν ἐπεδείξατο ἔργων, καὶ εὐξάμενοι τῷ θεῷ παρασχεῖν αὐτοῖς εἰς πολὺν χρόνον Σολόμωνα βασιλέα τὴν πορείαν ἐποιοῦντο μετὰ χαρᾶς καὶ παιδιᾶς ὕμνους εἰς τὸν θεὸν ᾁδοντες, ὡς ὑπὸ τῆς ἡδονῆς ἀπόνως τὴν ὁδὸν τὴν ἐπὶ τὰ οἰκεῖα πάντας ἀνύσαι. [125] καὶ οἱ μὲν τὴν κιβωτὸν εἰς τὸν ναὸν εἰσαγαγόντες καὶ τὸ μέγεθος καὶ τὸ κάλλος ἱστορήσαντες αὐτοῦ καὶ θυσιῶν ἐπ᾽ αὐτῷ μεγάλων καὶ ἑορτῶν μεταλαβόντες εἰς τὰς αὑτῶν ἕκαστοι πόλεις ὑπέστρεψαν. ὄναρ δ᾽ ἐπιφανὲν τῷ βασιλεῖ κατὰ τοὺς ὕπνους ἐσήμαινεν αὐτῷ τῆς εὐχῆς ἐπήκοον τὸν θεὸν γεγονέναι, [126] καὶ ὅτι φυλάξει τε τὸν ναὸν καὶ διὰ παντὸς ἐν αὐτῷ μενεῖ τῶν ἐκγόνων αὐτοῦ καὶ αὐτοῦ καὶ τῆς ἁπάσης πληθύος τὰ δίκαια ποιούσης, αὐτόν τε πρῶτον ἐμμένοντα ταῖς τοῦ πατρὸς ὑποθήκαις ἔλεγεν εἰς ὕψος καὶ μέγεθος εὐδαιμονίας ἀνοίσειν ἄπειρον καὶ βασιλεύσειν ἀεὶ τῆς χώρας τοὺς ἐκ τοῦ γένους αὐτοῦ καὶ τῆς Ἰούδα φυλῆς: [127] προδόντα μέντοι τὰ ἐπιτηδεύματα καὶ λήθην αὐτῶν ποιησάμενον καὶ ξενικοὺς θεοὺς θρησκεύειν μεταβαλόμενον πρόρριζον ἐκκόψειν καὶ μήτε τοῦ γένους τι λείψανον αὐτῶν ἐάσειν μήτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀπαθῆ παρόψεσθαι, πολέμοις δ᾽ αὐτοὺς καὶ κακοῖς ἐξαφανίσειν μυρίοις κἀκ τῆς γῆς, ἣν τοῖς πατράσιν αὐτῶν ἔδωκεν, [128] ἐκβαλὼν ἐπήλυδας ἀλλοτρίας καταστήσειν, τὸν δὲ ναὸν τὸν νῦν οἰκοδομηθέντα καταπρησθησόμενον τοῖς ἐχθροῖς παραδώσειν καὶ διαρπαγησόμενον, κατασκάψειν δὲ καὶ τὴν πόλιν χερσὶ τῶν πολεμίων καὶ ποιήσειν μύθων ἄξια τὰ παρ᾽ αὐτοῖς κακὰ καὶ πολλῆς δι᾽ ὑπερβολὴν μεγέθους ἀπιστίας, [129] ὡς τοὺς προσοίκους ἀκούοντας τὴν συμφορὰν θαυμάζειν καὶ τὴν αἰτίαν πολυπραγμονεῖν δι᾽ ἣν οὕτως ἐμισήθησαν Ἑβραῖοι τῷ θεῷ πρότερον εἰς δόξαν καὶ πλοῦτον ὑπ᾽ αὐτοῦ παραχθέντες, καὶ παρὰ τῶν ὑπολειπομένων ἀκούειν ἐξομολογουμένων τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς τῶν πατρίων νομίμων παραβάσεις. ταῦτα μὲν αὐτῷ τὸν θεὸν εἰπεῖν κατὰ τοὺς ὕπνους ἀναγέγραπται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: