previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[199]

Ταῦτ᾽ ἀκούσας Σολόμων ἤλγησε καὶ σφοδρῶς συνεχύθη πάντων αὐτῷ σχεδὸν τῶν ἀγαθῶν ἐφ᾽ οἷς ζηλωτὸς ἦν εἰς μεταβολὴν ἐρχομένων πονηράν. οὐ πολὺς δὲ διῆλθε χρόνος ἀφ᾽ οὗ κατήγγειλεν προφήτης αὐτῷ τὰ συμβησόμενα καὶ πολέμιον εὐθὺς ἐπ᾽ αὐτὸν ἤγειρεν θεὸς Ἄδερον μὲν ὄνομα τὴν δ᾽ αἰτίαν τῆς ἔχθρας λαβόντα τοιαύτην: [200] παῖς οὗτος ἦν Ἰδουμαῖος γένος ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαυίδου στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἕξ, φυγὼν ἧκε πρὸς Φαραῶνα τὸν Αἰγυπτίων βασιλέα. [201] δὲ φιλοφρόνως αὐτὸν δεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφὴν καὶ γενόμενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὑτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν ὄνομα Θαφίνην, ἐξ ἧς αὐτῷ υἱὸς γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνετράφη. [202] ἀκούσας οὖν τὸν Δαυίδου θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου προσελθὼν ἐδεῖτο τοῦ Φαραῶνος ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίναντος, τίνος ἐνδεὴς ὢν τί παθὼν ἐσπούδακε καταλιπεῖν αὐτόν, ἐνοχλῶν πολλάκις καὶ παρακαλῶν τότε μὲν οὐκ ἀφείθη: [203] κατ᾽ ἐκεῖνον δὲ τὸν καιρόν, καθ᾽ ὃν ἤδη Σολόμωνι τὰ πράγματα κακῶς ἔχειν ἤρχετο διὰ τὰς προειρημένας παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπ᾽ αὐτοῖς τοῦ θεοῦ, συγχωρήσαντος τοῦ Φαραῶνος Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν: καὶ μὴ δυνηθεὶς αὐτὴν ἀποστῆσαι τοῦ Σολόμωνος, κατείχετο γὰρ φρουραῖς πολλαῖς καὶ οὐκ ἦν ἐλεύθερος δι᾽ αὐτὰς οὐδ᾽ ἐπ᾽ ἀδείας νεωτερισμός, ἄρας ἐκεῖθεν εἰς τὴν Συρίαν ἀφίκετο. [204] συμβαλὼν δὲ ἐκεῖ τινι Ῥάζῳ μὲν τοὔνομα τὸν δὲ τῆς Σωφηνῆς ἀποδεδρακότι βασιλέα Ἀδραάζαρον δεσπότην ὄντα καὶ λῃστεύοντι τὴν χώραν εἰς φιλίαν αὐτῷ συνάψας ἔχοντι περὶ αὑτὸν στῖφος λῃστρικὸν ἀναβαίνει, καὶ κατασχὼν τὴν ἐκεῖ Συρίαν βασιλεὺς αὐτῆς ἀποδείκνυται καὶ κατατρέχων τὴν τῶν Ἰσραηλιτῶν γῆν ἐποίει κακῶς καὶ διήρπαζε Σολόμωνος ζῶντος ἔτι. καὶ ταῦτα μὲν ἐκ τοῦ Ἀδέρου συνέβαινε πάσχειν τοῖς Ἑβραίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: