previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[228]

δὲ τοῦ Ἱεροβάμου παῖς Ζαχαρίας ἓξ μῆνας βασιλεύσας τῶν Ἰσραηλιτῶν δολοφονηθεὶς ἀπέθανεν ὑπὸ φίλου τινὸς Σελλήμου μὲν τοὔνομα Ἰαβήσου δὲ υἱοῦ, ὃς καὶ τὴν βασιλείαν μετ᾽ αὐτὸν παραλαβὼν οὐ πλείονα χρόνον ἡμερῶν αὐτὴν κατέσχε τριάκοντα. [229] γὰρ στρατηγὸς Μαναῆμος κατ᾽ ἐκεῖνον τὸν καιρὸν ὢν ἐν Θάρσῃ πόλει καὶ τὰ περὶ τὸν Ζαχαρίαν ἀκούσας ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἧκεν εἰς τὴν Σαμάρειαν, καὶ συμβαλὼν εἰς μάχην ἀναιρεῖ τὸν Σέλλημον καὶ βασιλέα καταστήσας ἑαυτὸν ἐκεῖθεν εἰς Θαψὰν παραγίνεται πόλιν. [230] οἱ δ᾽ ἐν αὐτῇ τὰς πύλας μοχλῷ κλείσαντες οὐκ εἰσεδέξαντο τὸν βασιλέα. δὲ ἀμυνόμενος αὐτοὺς τὴν πέριξ ἐδῄου χώραν καὶ τὴν πόλιν κατὰ κράτος λαμβάνει πολιορκίᾳ. [231] φέρων δὲ χαλεπῶς ἐπὶ τοῖς ὑπὸ τῶν Θαψίων πραχθεῖσι πάντας αὐτοὺς διεχρήσατο μηδὲ νηπίων φεισάμενος ὠμότητος ὑπερβολὴν οὐ καταλιπὼν οὐδὲ ἀγριότητος: γὰρ οὐδὲ τῶν ἀλλοφύλων τινὰς συγγνωστὸν διαθεῖναι γενομένους ὑποχειρίους, ταῦτα τοὺς ὁμοφύλους οὗτος εἰργάσατο. [232] βασιλεύσας οὖν τῷ τρόπῳ τούτῳ Μαναῆμος ἐπ᾽ ἔτη μὲν δέκα σκαιὸς καὶ πάντων ὠμότατος διέμενεν ὤν, στρατεύσαντος δ᾽ ἐπ᾽ αὐτὸν Φούλου τοῦ Ἀσσυρίων βασιλέως εἰς μὲν ἀγῶνα καὶ μάχην οὐκ ἀπαντᾷ τοῖς Ἀσσυρίοις, πείσας δὲ χίλια τάλαντα ἀργυρίου λαβόντα ἀναχωρῆσαι διαλύεται τὸν πόλεμον. [233] τὸ δὲ κεφάλαιον τοῦτο συνήνεγκε τὸ πλῆθος Μαναήμῳ πραχθὲν κατὰ κεφαλὴν δραχμὰς πεντήκοντα. τελευτήσας δὲ μετὰ ταῦτα κηδεύεται μὲν ἐν Σαμαρείᾳ, καταλείπει δὲ τῆς βασιλείας τὸν υἱὸν Φακέαν διάδοχον, ὃς τῇ τοῦ πατρὸς κατακολουθήσας ὠμότητι δυσὶν ἔτεσι μόνοις ἦρξεν. [234] ἔπειτα δολοφονηθεὶς ἐν συμποσίῳ μετὰ φίλων ἀπέθανε Φακέου τινός, ὃς ἦν χιλίαρχος, ἐπιβουλεύσαντος αὐτῷ, παιδὸς δὲ Ῥομελία. κατασχὼν δὲ καὶ οὗτος Φακέας τὴν ἀρχὴν ἔτεσιν εἴκοσιν ἀσεβής τε ἦν καὶ παράνομος. [235] δὲ τῶν Ἀσσυρίων βασιλεὺς Θαγλαθφαλλάσαρ τοὔνομα ἐπιστρατευσάμενος τοῖς Ἰσραηλίταις καὶ τήν τε Γαλαδηνὴν ἅπασαν καταστρεψάμενος καὶ τὴν πέραν τοῦ Ἰορδάνου χώραν καὶ τὴν πρὸς αὐτῇ τὴν Γαλιλαίαν καλουμένην καὶ Κύδισσα καὶ Ἄσωρα τοὺς οἰκήτορας αἰχμαλωτίσας μετέστησεν εἰς τὴν αὑτοῦ βασιλείαν. καὶ τὰ μὲν περὶ τοῦ Ἀσσυρίων βασιλέως ἐν τούτοις ἡμῖν δεδηλώσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: