previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[248]

Ὠδηδὰς δέ τις, ὃς κατ᾽ ἐκεῖνο καιροῦ προφήτης ὑπῆρχεν ἐν Σαμαρείᾳ, τῷ στρατῷ πρὸ τῶν τειχῶν ἀπαντήσας μεγάλῃ βοῇ τὴν νίκην αὐτοῖς οὐ διὰ τὴν οἰκείαν ἰσχὺν αὐτῶν ἐδήλου γενέσθαι, διὰ δὲ τὸν τοῦ θεοῦ χόλον, ὃν εἶχεν ἐπ᾽ Ἄχαζον τὸν βασιλέα. [249] καὶ κατεμέμφετο τῇ μὲν εὐπραγίᾳ τῇ κατ᾽ αὐτοῦ μὴ ἀρκεσθέντας, ἀλλὰ τολμήσαντας τοὺς ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος συγγενεῖς ὄντας αἰχμαλωτίσαι. συνεβούλευέ τε αὐτοῖς ἀπολῦσαι τούτους εἰς τὴν οἰκείαν ἀπαθεῖς: ἀπειθήσαντας γὰρ τῷ θεῷ δίκην ὑφέξειν. [250] δὲ τῶν Ἰσραηλιτῶν λαὸς εἰς ἐκκλησίαν συνελθὼν ἐπεσκέπτετο περὶ τούτων. ἀναστὰς δέ τις Βαραχίας ὄνομα τῶν εὐδοκιμούντων ἐν τῇ πολιτείᾳ καὶ ἄλλοι μετ᾽ αὐτοῦ τρεῖς ἔλεγον οὐκ ἐπιτρέψειν τοῖς ὁπλίταις εἰσαγαγεῖν εἰς τὴν πόλιν, ‘ἵνα μὴ πάντες ἀπολώμεθα ὑπὸ τοῦ θεοῦ: μόνον γὰρ ἀπόχρη τὸ πρὸς αὐτὸν ἡμᾶς ἐξαμαρτεῖν, ὡς οἱ προφῆται λέγουσιν, ἀλλὰ μὴ καινότερα τούτων ἀσεβήματα δρᾶν.’ [251] ταῦτ᾽ ἀκούσαντες οἱ στρατιῶται συνεχώρησαν ἐκείνοις ποιεῖν ἐδόκει συμφέρειν. παραλαβόντες οὖν οἱ προειρημένοι ἄνδρες τοὺς αἰχμαλώτους ἔλυσάν τε καὶ ἐπιμελείας ἠξίωσαν καὶ δόντες ἐφόδια εἰς τὴν οἰκείαν ἀπέλυσαν ἀβλαβεῖς, οὐδὲν δ᾽ ἧττον καὶ τέσσαρες αὐτοῖς συνῆλθον καὶ μέχρις Ἱεριχοῦντος προπέμψαντες οὐκ ἄπωθεν τῶν Ἱεροσολύμων ἀνέστρεψαν εἰς Σαμάρειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: