previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[263]

Ταῦτ᾽ εἰπόντος τοῦ βασιλέως οἱ ἱερεῖς ἀνοίγουσί τε τὸ ἱερὸν καὶ ἀνοίξαντες τὰ σκεύη τοῦ θεοῦ καὶ τὰ μιάσματα ἐκβαλόντες τὰς ἐξ ἔθους τῷ βωμῷ θυσίας ἐπέφερον. διαπέμψας δ᾽ βασιλεὺς εἰς τὴν ὑπ᾽ αὐτὸν χώραν ἐκάλει τὸν λαὸν εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄξοντα: πολὺν γὰρ ἐκλελοίπει χρόνον διὰ τὰς τῶν προειρημένων βασιλέων παρανομίας. [264] ἐξαπέστειλε δὲ καὶ πρὸς τοὺς Ἰσραηλίτας προτρεπόμενος αὐτοὺς ἀφέντας τὸν ἄρτι βίον εἰς τὴν ἀρχαίαν ἐπανελθεῖν συνήθειαν καὶ σέβειν τὸν θεόν: καὶ γὰρ ἐπιτρέπειν αὐτοῖς παραγενομένοις εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄγειν καὶ συμπανηγυρίζειν αὐτοῖς. ταῦτα δ᾽ ἔλεγε παραινεῖν, οὐχ ὅπως ὑπακούσωσιν αὐτοῦ εἰ μὴ θέλουσι, τοῦ δ᾽ ἐκείνοις συμφέροντος ἕνεκα: μακαρίους γὰρ ἔσεσθαι. [265] οἱ δὲ Ἰσραηλῖται παραγενομένων τῶν πρέσβεων καὶ δηλωσάντων αὐτοῖς τὰ παρὰ τοῦ ἰδίου βασιλέως οὐ μόνον οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις ὡς ἀνοήτους ἐχλεύασαν, καὶ τοὺς προφήτας δὲ ὁμοίως ταῦτα παραινοῦντας καὶ προλέγοντας πείσονται μὴ μεταθέμενοι πρὸς τὴν εὐσέβειαν τοῦ θεοῦ διέπτυον καὶ τελευταῖον συλλαβόντες αὐτοὺς ἀπέκτειναν. [266] καὶ οὐδὲ μέχρι τούτων αὐτοῖς ἤρκεσε παρανομοῦσιν, ἀλλὰ χείρω τῶν προειρημένων ἐπενοοῦντο καὶ οὐ πρότερον ἐπαύσαντο, πρὶν τοῖς πολεμίοις αὐτοὺς ἀμυνόμενος τῆς ἀσεβείας θεὸς ἐποίησεν ὑποχειρίους. καὶ περὶ μὲν τούτων αὖθις δηλώσομεν. [267] πολλοὶ μέντοι τῆς Μανασσίτιδος φυλῆς καὶ Ζαβούλου καὶ Ἰσσαχάρου πεισθέντες οἷς οἱ προφῆται παρῄνεσαν εἰς εὐσέβειαν μετεβάλοντο. καὶ οὗτοι πάντες εἰς Ἱεροσόλυμα πρὸς Ἐζεκίαν συνέδραμον, ὅπως τῷ θεῷ προσκυνήσωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: