previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[105]

Ἰώραμος δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς μετὰ τὴν Ἄδερος τελευτὴν ἐλπίσας Ἀραμώθα πόλιν τῆς Γαλαδίτιδος ἀφαιρήσεσθαι τοὺς Σύρους στρατεύει μὲν ἐπ᾽ αὐτὴν μετὰ μεγάλης παρασκευῆς, ἐν δὲ τῇ πολιορκίᾳ τοξευθεὶς ὑπό τινος τῶν Σύρων οὐ καιρίως ἀνεχώρησεν εἰς Ἱεζερήλην πόλιν ἰαθησόμενος ἐν αὐτῇ τὸ τραῦμα, καταλιπὼν ἐν τῇ Ἀραμώθα τὴν στρατιὰν ἅπασαν καὶ ἡγεμόνα τὸν Ἀμασῆ παῖδα Ἰηοῦν: ἤδη γὰρ αὐτὴν ᾑρήκει κατὰ κράτος. [106] προύκειτο δ᾽ αὐτῷ μετὰ τὴν θεραπείαν πολεμεῖν τοῖς Σύροις. Ἐλισσαῖος δ᾽ προφήτης ἕνα τῶν αὑτοῦ μαθητῶν δοὺς αὐτῷ τὸ ἅγιον ἔλαιον ἔπεμψεν εἰς Ἀραμώθα χρίσοντα τὸν Ἰηοῦν καὶ φράσοντα, ὅτι τὸ θεῖον αὐτὸν ᾕρηται βασιλέα: ἄλλα τε πρὸς τούτοις εἰπεῖν ἐπιστείλας ἐκέλευε τρόπῳ φυγῆς ποιήσασθαι τὴν πορείαν, ὅπως λάθῃ πάντας ἐκεῖθεν ἀπιών. [107] δὲ γενόμενος ἐν τῇ πόλει τὸν μὲν Ἰηοῦν εὑρίσκει καθεζόμενον μετὰ τῶν τῆς στρατιᾶς ἡγεμόνων μέσον αὐτῶν καθὼς Ἐλισσαῖος αὐτῷ προεῖπε, προσελθὼν δὲ ἔφη βούλεσθαι περί τινων αὐτῷ διαλεχθῆναι. [108] τοῦ δὲ ἀναστάντος καὶ ἀκολουθήσαντος εἰς τὸ ταμιεῖον λαβὼν νεανίσκος τὸ ἔλαιον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς καὶ τὸν θεὸν ἔφη βασιλέα χειροτονεῖν αὐτὸν ἐπ᾽ ὀλέθρῳ τοῦ γένους τοῦ Ἀχάβου, καὶ ὅπως ἐκδικήσῃ τὸ αἷμα τῶν προφητῶν τῶν ὑπὸ Ἰεζαβέλας παρανόμως ἀποθανόντων, [109] ἵν᾽ τούτων οἶκος τὸν αὐτὸν τρόπον ὅνπερ Ἱεροβάμου τοῦ Ναβαταίου παιδὸς καὶ Βασὰ πρόρριζος διὰ τὴν ἀσέβειαν αὐτῶν ἀφανισθῇ καὶ μηδὲν ὑπολειφθῇ σπέρμα τῆς Ἀχάβου γενεᾶς. καὶ μὲν ταῦτ᾽ εἰπὼν ἐξεπήδησεν ἐκ τοῦ ταμιείου σπουδάζων μηδενὶ τῶν ἐπὶ τῆς στρατιᾶς ὁραθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: