previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[110]

δὲ Ἰηοῦς προελθὼν ἧκεν ἐπὶ τὸν τόπον ἔνθα μετὰ τῶν ἡγεμόνων ἐκαθέζετο. πυνθανομένων δὲ καὶ φράζειν αὐτοῖς παρακαλούντων τί πρὸς αὐτὸν ἀφίκοιτο νεανίσκος καὶ προσέτι μαίνεσθαι λεγόντων αὐτόν, ‘ἀλλ᾽ ὀρθῶς γε εἰκάσατε, εἶπε, καὶ γὰρ τοὺς λόγους μεμηνότος ἐποιήσατο.’ [111] σπουδαζόντων δ᾽ ἀκοῦσαι καὶ δεομένων ἔφη τὸν θεὸν αὐτὸν ᾑρῆσθαι βασιλέα τοῦ πλήθους εἰρηκέναι. ταῦτ᾽ εἰπόντος ἕκαστος περιδύων αὑτὸν ὑπεστρώννυεν αὐτῷ τὸ ἱμάτιον καὶ σαλπίζοντες τοῖς κέρασιν ἐσήμαινον Ἰηοῦν εἶναι βασιλέα. [112] δὲ ἀθροίσας τὴν στρατιὰν ἔμελλεν ἐξορμᾶν ἐπὶ Ἰώραμον εἰς Ἰεζέρελαν πόλιν, ἐν καθὼς προεῖπον ἐθεραπεύετο τὴν πληγήν, ἣν ἔλαβε πρὸς τῇ Ἀραμώθα πολιορκίᾳ. ἔτυχε δὲ καὶ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς Ὀχοζίας ἀφιγμένος πρὸς τὸν Ἰώραμον: υἱὸς γὰρ ἦν αὐτοῦ τῆς ἀδελφῆς ὡς καὶ προειρήκαμεν: ἐπισκέψασθαι δὲ πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ τὴν συγγένειαν ἐληλύθει. [113] Ἰηοῦς δὲ βουλόμενος αἰφνιδίως τοῖς περὶ τὸν Ἰώραμον προσπεσεῖν ἠξίου μηδὲ τῶν στρατιωτῶν ἀποδράντα τινὰ μηνῦσαι ταῦτα τῷ Ἰωράμῳ: τοῦτο γὰρ ἔσεσθαι λαμπρὰν ἐπίδειξιν αὐτῷ τῆς εὐνοίας καὶ τοῦ διακειμένους οὕτως ἀποδεῖξαι αὐτὸν βασιλέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: