This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[625]
ἐξομολογοῦμαί σοι, Οὔαρε, τὴν ἐμαυτοῦ φρενοβλάβειαν:
ἐγὼ τοὺς υἱοὺς ἐκείνους κατ᾽ ἐμαυτοῦ παρώξυνα
δικαίας αὐτῶν ἀποκόψας ἐλπίδας δι᾽ Ἀντίπατρον. καὶ τί μὲν
ἐκείνους εὐεργέτησα τηλικοῦτον, ἡλίκον τοῦτον; ᾧ γε ζῶν μὲν ὀλίγου
δεῖν παρεχώρησα τῆς ἐξουσίας, φανερῶς δὲ ταῖς διαθήκαις
ἐνέγραψα τῆς ἀρχῆς διάδοχον καὶ πρόσοδον μὲν ἰδίᾳ πεντήκοντα
ταλάντων ἔνειμα, τῶν δ᾽ ἐμῶν ἐχορήγησα χρημάτων ἀνέδην, πλέοντι
δὲ νῦν εἰς Ῥώμην ἔδωκα τριακόσια τάλαντα, Καίσαρι δ᾽ ἐξ ὅλης
τῆς γενεᾶς μόνον ὡς σωτῆρα τοῦ πατρὸς παρεθέμην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.