previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[513]

Μετ᾽ οὐ πολὺ δὲ εἰς τὴν Ἰουδαίαν παρέβαλεν ἀνὴρ πολὺ τῶν Ἀρχελάου στρατηγημάτων δυνατώτερος, ὃς οὐ μόνον τὰς ὑπ᾽ ἐκείνου πολιτευθείσας Ἀλεξάνδρῳ διαλλαγὰς ἀνέτρεψεν, ἀλλὰ καὶ ἀπωλείας αἴτιος αὐτῷ κατέστη. γένος ἦν Λάκων, Εὐρυκλῆς τοὔνομα, πόθῳ χρημάτων εἰς τὴν βασιλείαν εἰσφθαρείς: οὐ γὰρ ἀντεῖχεν ἔτι Ἑλλὰς αὐτοῦ τῇ πολυτελείᾳ. [514] λαμπρὰ δ᾽ Ἡρώδῃ δῶρα προσενεγκὼν δέλεαρ ὧν ἐθηρᾶτο καὶ παραχρῆμα πολλαπλασίω λαβὼν οὐδὲν ἡγεῖτο τὴν καθαρὰν δόσιν, εἰ μὴ δι᾽ αἵματος ἐμπορεύσεται τὴν βασιλείαν. [515] περιέρχεται γοῦν τὸν βασιλέα κολακείᾳ καὶ δεινότητι λόγων καὶ περὶ αὐτοῦ ψευδέσιν ἐγκωμίοις. ταχέως δὲ συνιδὼν τὸν Ἡρώδου τρόπον καὶ πάντα λέγων τε καὶ πράττων τὰ πρὸς ἡδονὴν αὐτῷ φίλος ἐν τοῖς πρώτοις γίνεται: καὶ γὰρ βασιλεὺς διὰ τὴν πατρίδα καὶ πάντες οἱ περὶ αὐτὸν ἡδέως προετίμων τὸν Σπαρτιάτην. [516]

δ᾽ ἐπεὶ τὰ σαθρὰ τῆς οἰκίας κατέμαθεν, τάς τε τῶν ἀδελφῶν διαφορὰς καὶ ὅπως διέκειτο πρὸς ἕκαστον πατήρ, Ἀντιπάτρου μὲν ξενίᾳ προκατείληπτο, φιλίᾳ δὲ Ἀλέξανδρον ὑποκρίνεται ψευσάμενος ἑταῖρον ἑαυτὸν εἶναι καὶ Ἀρχελάου πάλαι: διὸ δὴ καὶ ταχέως ὡς δεδοκιμασμένος ἐδέχθη, συνίστησιν δ᾽ αὐτὸν εὐθέως καὶ Ἀριστοβούλῳ τῷ ἀδελφῷ. [517] πάντων δ᾽ ἀποπειραθεὶς τῶν προσώπων ἄλλον ἄλλως ὑπῄει, γίνεται δὲ προηγουμένως μισθωτὸς Ἀντιπάτρου καὶ προδότης Ἀλεξάνδρου, τῷ μὲν ὀνειδίζων, εἰ πρεσβύτατος ὢν περιόψεται τοὺς ἐφεδρεύοντας αὐτοῦ ταῖς ἐλπίσιν, Ἀλεξάνδρῳ δέ, εἰ γεγενημένος ἐκ βασιλίδος καὶ βασιλίδι συνοικῶν ἐάσει διαδέχεσθαι τὴν ἀρχὴν τὸν ἐξ ἰδιώτιδος, καὶ ταῦτα μεγίστην ἀφορμὴν ἔχων Ἀρχέλαον. [518] ἦν δὲ πιστὸς τῷ μειρακίῳ σύμβουλος τὴν Ἀρχελάου φιλίαν πλασάμενος: διὸ μηδὲν ὑποστελλόμενος Ἀλέξανδρος τά τε κατ᾽ Ἀντίπατρον ἀπωδύρετο πρὸς αὐτὸν καὶ ὡς Ἡρώδης αὐτῶν τὴν μητέρα κτείνας οὐ παράδοξον εἰ καὶ αὐτοὺς ἀφαιρεῖται τὴν ἐκείνης βασιλείαν: ἐφ᾽ οἷς Εὐρυκλῆς οἰκτείρειν τε καὶ συναλγεῖν ὑπεκρίνετο. [519] τὰ δ᾽ αὐτὰ καὶ τὸν Ἀριστόβουλον εἰπεῖν δελεάσας καὶ ταῖς κατὰ τοῦ πατρὸς μέμψεσιν ἐνδησάμενος ἀμφοτέρους ᾤχετο φέρων Ἀντιπάτρῳ τὰ ἀπόρρητα: προσεπιψεύδεται δ᾽ ἐπιβουλὴν ὡς ἐνεδρευόντων αὐτὸν τῶν ἀδελφῶν καὶ μόνον οὐκ ἐπιφερόντων ἤδη τὰ ξίφη. λαβὼν δ᾽ ἐπὶ τούτοις χρημάτων πλῆθος ἐπαινέτης ἦν Ἀντιπάτρου καὶ πρὸς τὸν πατέρα. [520] τὸ δὲ τελευταῖον ἐργολαβήσας τὸν Ἀριστοβούλου καὶ Ἀλεξάνδρου θάνατον κατήγορος αὐτῶν ἐπὶ τοῦ πατρὸς γίνεται καὶ προσελθὼν ἀντιδιδόναι τὸ ζῆν ἔφασκεν Ἡρώδῃ τῶν εἰς αὐτὸν εὐεργεσιῶν καὶ τὸ φῶς ἀμοιβὴν τῆς ξενίας ἀντιπαρέχειν: πάλαι γὰρ ἐπ᾽ αὐτὸν ἠκονῆσθαι ξίφος καὶ τὴν Ἀλεξάνδρου τετονῶσθαι δεξιάν, ἐμποδὼν δ᾽ αὐτὸς γεγονέναι τῷ τάχει συνεργεῖν ὑποκριθείς: [521] φάναι γὰρ τὸν Ἀλέξανδρον, ὡς οὐκ ἀγαπᾷ βασιλεύσας αὐτὸς Ἡρώδης ἐν ἀλλοτρίοις καὶ μετὰ τὸν τῆς μητρὸς αὐτῶν φόνον τὴν ἐκείνης ἀρχὴν σπαθήσας, ἀλλ᾽ ἔτι καὶ νόθον εἰσάγεται διάδοχον Ἀντιπάτρῳ τῷ φθόρῳ τὴν παππῴαν αὐτῶν βασιλείαν προτείνων. τιμωρήσειν γε μὴν αὐτὸς τοῖς Ὑρκανοῦ καὶ τοῖς Μαριάμμης δαίμοσιν: οὐδὲ γὰρ πρέπειν αὐτὸν διαδέξασθαι παρὰ τοιούτου πατρὸς τὴν ἀρχὴν δίχα φόνου. [522] πολλὰ δ᾽ εἶναι τὰ παροξύνοντα καθ᾽ ἡμέραν, ὥστε μηδὲ λαλιᾶς τινα τρόπον ἀσυκοφάντητον καταλελεῖφθαι: περὶ μὲν γὰρ εὐγενείας ἑτέρων μνείας γενομένης αὐτὸς ἀλόγως ὑβρίζεσθαι, τοῦ πατρὸς λέγοντος μόνος εὐγενὴς Ἀλέξανδρος καὶ τὸν πατέρα δι᾽ ἀγένειαν ἀδοξῶν”: κατὰ δὲ τὰς θήρας προσκρούειν μὲν σιωπῶν, ἐπαινέσας δὲ προσακούειν εἴρων. [523] πανταχοῦ δ᾽ ἀμείλικτον εὑρίσκειν τὸν πατέρα καὶ μόνῳ φιλόστοργον Ἀντιπάτρῳ, δι᾽ ὃν ἡδέως καὶ τεθνήξεσθαι μὴ κρατήσας τῆς ἐπιβουλῆς. κτείναντι δὲ εἶναι σωτηρίας ἀφορμὴν πρῶτον μὲν Ἀρχέλαον ὄντα κηδεστήν, πρὸς ὃν διαφεύξεσθαι ῥᾳδίως, ἔπειτα Καίσαρα μέχρι νῦν ἀγνοοῦντα τὸν Ἡρώδου τρόπον: [524] οὐ γὰρ ὡς πρότερον αὐτῷ παραστήσεσθαι πεφρικὼς τὸν ἐφεστῶτα πατέρα οὐδὲ φθέγξεσθαι περὶ τῶν ἑαυτοῦ μόνον ἐγκλημάτων, ἀλλὰ πρῶτον μὲν κηρύξειν τὰς τοῦ ἔθνους συμφορὰς καὶ τοὺς μέχρι ψυχῆς φορολογουμένους, ἔπειτ᾽ εἰς οἵας τρυφὰς καὶ πράξεις τὰ δι᾽ αἵματος πορισθέντα χρήματα ἀνηλώθη, τούς τε ἐξ ἡμῶν πλουτήσαντας οἷοι, καὶ τὰς θεραπευθείσας πόλεις ἐπὶ τίσιν. [525] ζητήσειν δὲ καὶ τὸν πάππον ἐκεῖ καὶ τὴν μητέρα καὶ τὰ τῆς βασιλείας μύση πάντα κηρύξειν, ἐφ᾽ οἷς οὐ κριθήσεσθαι πατροκτόνος. [526]

Τοιαῦτα κατ᾽ Ἀλεξάνδρου τερατευσάμενος Εὐρυκλῆς ἐπῄνει πολλὰ τὸν Ἀντίπατρον, ὡς ἄρα μόνος τε εἴη φιλοπάτωρ καὶ διὰ τοῦτο μέχρι νῦν τῆς ἐπιβουλῆς ἐμπόδιος. μήπω δὲ καλῶς ἐπὶ τοῖς πρώτοις βασιλεὺς κατεσταλμένος εἰς ἀνήκεστον ὀργὴν ἐξαγριοῦται. [527] καὶ πάλιν λαβὼν καιρὸν Ἀντίπατρος ἑτέρους κατὰ τῶν ἀδελφῶν ὑπέπεμπεν κατηγόρους λέγειν, ὅτι Ἰουκούνδῳ καὶ Τυράννῳ λάθρα διαλέγοιντο τοῖς ἱππάρχοις μέν ποτε τοῦ βασιλέως γενομένοις, τότε δ᾽ ἔκ τινων προσκρουσμάτων ἀποπεπτωκόσι τῆς τάξεως. ἐφ᾽ οἷς Ἡρώδης ὑπεραγανακτήσας εὐθέως ἐβασάνισεν τοὺς ἄνδρας. [528] ἀλλ᾽ οἱ μὲν οὐδὲν τῶν διαβληθέντων ὡμολόγουν, προεκομίσθη δέ τις πρὸς τὸν Ἀλεξανδρείου φρούραρχον ἐπιστολὴ παρὰ Ἀλεξάνδρου παρακαλοῦντος, ἵνα αὐτὸν δέξηται τῷ φρουρίῳ μετὰ Ἀριστοβούλου τοῦ ἀδελφοῦ κτείναντα τὸν πατέρα, καὶ παράσχῃ τοῖς ὅπλοις χρήσασθαι καὶ ταῖς ἄλλαις ἀφορμαῖς. [529] ταύτην Ἀλέξανδρος μὲν ἔλεγεν τέχνασμα εἶναι Διοφάντου: γραμματεὺς δ᾽ ἦν Διόφαντος τοῦ βασιλέως, τολμηρὸς ἀνὴρ καὶ δεινὸς μιμήσασθαι πάσης χειρὸς γράμματα: πολλὰ γοῦν παραχαράξας τελευταῖον ἐπὶ τούτῳ [καὶ] κτείνεται. βασανίσας δὲ τὸν φρούραρχον Ἡρώδης οὐδὲν ἤκουσεν οὐδὲ παρ᾽ ἐκείνου τῶν διαβεβλημένων. [530]

Ἀλλὰ καίτοι τοὺς ἐλέγχους εὑρίσκων ἀσθενεῖς τοὺς υἱοὺς ἐκέλευσεν τηρεῖν, ἔτι μέντοι λελυμένους, τὸν δὲ λυμεῶνα τῆς οἰκίας καὶ δραματουργὸν ὅλου τοῦ μύσους Εὐρυκλέα σωτῆρα καὶ εὐεργέτην καλῶν πεντήκοντα δωρεῖται ταλάντοις. δὲ τὴν ἀκριβῆ φήμην φθάσας εἰς Καππαδοκίαν ἀργυρίζεται καὶ παρὰ Ἀρχελάου, τολμήσας εἰπεῖν ὅτι καὶ διαλλάξειεν Ἡρώδην Ἀλεξάνδρῳ. [531] διάρας δ᾽ εἰς τὴν Ἑλλάδα τοῖς ἐκ κακῶν κτηθεῖσιν εἰς ὅμοια κατεχρήσατο: δὶς γοῦν ἐπὶ Καίσαρος κατηγορηθεὶς ἐπὶ τῷ στάσεως ἐμπλῆσαι τὴν Ἀχαΐαν καὶ περιδύειν τὰς πόλεις φυγαδεύεται. κἀκεῖνον μὲν οὕτως Ἀλεξάνδρου καὶ Ἀριστοβούλου ποινὴ περιῆλθεν. [532]

Ἄξιον δὲ ἀντιθεῖναι τὸν Κῷον Εὐάρεστον τῷ Σπαρτιάτῃ: καὶ γὰρ οὗτος ὢν ἐν τοῖς μάλιστα φίλοις Ἀλεξάνδρῳ καὶ κατὰ τὸν αὐτὸν Εὐρυκλεῖ καιρὸν ἐπιδημήσας πυνθανομένῳ τῷ βασιλεῖ περὶ ὧν ἐκεῖνος διέβαλλεν ὅρκοις τὸ μηδὲν ἀκηκοέναι τῶν μειρακίων ἐπιστώσατο. [533] οὐ μὴν ὤνησέν γέ τι τοὺς ἀθλίους: μόνων γὰρ ἦν τῶν κακῶν ἀκροατὴς ἑτοιμότατος Ἡρώδης καὶ κεχαρισμένος αὐτῷ πᾶς συμπιστεύων καὶ συναγανακτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: