previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[620]

Τῇ δ᾽ ἐπιούσῃ συνέδριον μὲν βασιλεὺς ἀθροίζει τῶν συγγενῶν καὶ φίλων, εἰσκαλεῖ δὲ καὶ τοὺς Ἀντιπάτρου φίλους. προκαθέζεται δὲ αὐτὸς ἅμα Οὐάρῳ καὶ τοὺς μηνυτὰς πάντας ἐκέλευσεν εἰσαγαγεῖν, ἐν οἷς εἰσήχθησαν καὶ τῆς Ἀντιπάτρου μητρὸς οἰκέται τινὲς οὐ πρὸ πολλοῦ συνειλημμένοι, κομίζοντες γράμματα παρ᾽ αὐτῆς πρὸς τὸν υἱὸν τοιάδε: “ἐπεὶ πεφώραται πάντα ἐκεῖνα τῷ πατρί σου, μὴ παραγίνου πρὸς αὐτόν, ἂν μή τινα πορίσῃ παρὰ τοῦ Καίσαρος [621] δύναμιν.” τούτων σὺν τοῖς ἄλλοις εἰσηγμένων Ἀντίπατρος εἰσέρχεται καὶ πεσὼν πρηνὴς πρὸ τῶν ποδῶν τοῦ πατρός, “ἱκετεύω, πάτερ, ἔφη, μηδέν μου προκατεγνωκέναι, παρασχεῖν δέ μοι τὰς ἀκοὰς ἀκεραίους εἰς τὴν ἀπολογίαν: ἀποδείξω γὰρ ἐμαυτὸν καθαρόν, ἂν σὺ θέλῃς.” [622]

δ᾽ αὐτῷ σιγᾶν ἐγκραγὼν πρὸς τὸν Οὔαρον εἶπεν: “ἀλλ᾽ ὅτι μὲν καὶ σύ, Οὔαρε, καὶ πᾶς δικαστὴς ὅσιος Ἀντίπατρον ἐξώλη κρινεῖ, πέπεισμαι. δέδοικα δέ, μὴ κἀμοῦ μισήσῃς τὴν τύχην κἀμὲ κρίνῃς πάσης ἄξιον συμφορᾶς τοιούτους υἱοὺς γεγεννηκότα. χρὴ δέ με διὰ τοῦτο ἐλεεῖσθαι πλέον, ὅτι πρὸς οὕτω μιαροὺς καὶ φιλοστοργότατος πατὴρ ἐγενόμην. [623] τοὺς μὲν γὰρ προτέρους βασιλείας τε ἔτι νέους ἀξιώσας καὶ πρὸς τοῖς ἐν Ῥώμῃ τροφείοις φίλους Καίσαρος, ζηλωτοὺς δὲ ποιήσας βασιλεῦσιν ἑτέροις, εὗρον ἐπιβούλους, οἳ τεθνήκασι τὸ πλέον Ἀντιπάτρῳ: νέῳ γὰρ ὄντι καὶ διαδόχῳ τούτῳ μάλιστα τὴν ἀσφάλειαν ἐποριζόμην. [624] τὸ δὲ μιαρὸν τοῦτο θηρίον τῆς ἐμῆς ὑπερεμπλησθὲν ἀνεξικακίας ἤνεγκεν κατ᾽ ἐμοῦ τὸν κόρον: ἔδοξα γὰρ αὐτῷ πολὺν ζῆν χρόνον, καὶ τὸ ἐμὸν γῆρας ἐβαρύνθη βασιλεύς τε οὐχ ὑπέμεινεν εἰ μὴ διὰ πατροκτονίας γενέσθαι, δίκαια γοῦν βουλευσάμενος, ὅτι καταγαγὼν αὐτὸν ἀπὸ τῆς χώρας ἀπερριμμένον καὶ παρωσάμενος τοὺς ἐκ βασιλίδος μοι γεγενημένους ἀπέδειξα τῆς ἀρχῆς διάδοχον. [625] ἐξομολογοῦμαί σοι, Οὔαρε, τὴν ἐμαυτοῦ φρενοβλάβειαν: ἐγὼ τοὺς υἱοὺς ἐκείνους κατ᾽ ἐμαυτοῦ παρώξυνα δικαίας αὐτῶν ἀποκόψας ἐλπίδας δι᾽ Ἀντίπατρον. καὶ τί μὲν ἐκείνους εὐεργέτησα τηλικοῦτον, ἡλίκον τοῦτον; γε ζῶν μὲν ὀλίγου δεῖν παρεχώρησα τῆς ἐξουσίας, φανερῶς δὲ ταῖς διαθήκαις ἐνέγραψα τῆς ἀρχῆς διάδοχον καὶ πρόσοδον μὲν ἰδίᾳ πεντήκοντα ταλάντων ἔνειμα, τῶν δ᾽ ἐμῶν ἐχορήγησα χρημάτων ἀνέδην, πλέοντι δὲ νῦν εἰς Ῥώμην ἔδωκα τριακόσια τάλαντα, Καίσαρι δ᾽ ἐξ ὅλης τῆς γενεᾶς μόνον ὡς σωτῆρα τοῦ πατρὸς παρεθέμην. [626] τί δ᾽ ἐκεῖνοι τοιοῦτον ἠσέβησαν, οἷον Ἀντίπατρος; τίς ἔλεγχος ἠνέχθη κατ᾽ αὐτῶν, ἡλίκος ἀποδείκνυσιν τοῦτον ἐπίβουλον; [627] ἀλλὰ φθέγγεσθαί τι τετόλμηκεν πατροκτόνος καὶ πάλιν δόλοις τὴν ἀλήθειαν ἐπικαλύψειν ἐλπίζει. Οὔαρε, σοὶ φυλακτέον: ἐγὼ γὰρ οἶδα τὸ θηρίον καὶ προορῶμαι τὴν μέλλουσαν ἀξιοπιστίαν καὶ τὸν ἐπίπλαστον ὀλοφυρμόν: οὗτός ἐστιν παραινῶν ἐμοί ποτε φυλάττεσθαι ζῶντα Ἀλέξανδρον καὶ μὴ πᾶσιν πιστεύειν τὸ σῶμα: οὗτος μέχρι τῆς κοίτης εἰσάγων καὶ μή μέ τις ἐνεδρεύοι περιβλέπων: οὗτος ταμίας τῶν ὕπνων καὶ χορηγὸς τῆς ἀμεριμνίας, παραμυθούμενος τὴν ἐπὶ τοῖς ἀνῃρημένοις λύπην καὶ διακρίνων τὴν τῶν ζώντων εὔνοιαν ἀδελφῶν, ὑπερασπιστὴς ἐμός, σωματοφύλαξ. [628] ὅταν ἀναμνησθῶ, Οὔαρε, τὸ πανοῦργον ἐν ἑκάστῳ καὶ τὴν ὑπόκρισιν, ἀπιστία με τοῦ ζῆν εἰσέρχεται καὶ θαυμάζω, πῶς βαρὺν οὕτως ἐπίβουλον διέφυγον. ἀλλ᾽ ἐπεὶ δαίμων τις ἐξερημοῖ τὸν ἐμὸν οἶκον καί μοι τοὺς φιλτάτους ἐπανίστησιν ἀεί, κλαύσομαι μὲν ἐγὼ τὴν ἄδικον εἱμαρμένην καὶ κατ᾽ ἐμαυτὸν στενάξω τὴν ἐρημίαν, διαφεύξεται δ᾽ οὐδεὶς διψήσας τοὐμὸν αἷμα, κἂν διὰ πάντων μου τῶν τέκνων ἔλεγχος ἔλθῃ.” [629]

Τοιαῦτα λέγων αὐτὸς μὲν ὑπὸ συγχύσεως ἐνεκόπη, Νικολάῳ δ᾽ ἑνὶ τῶν φίλων λέγειν τὰς ἀποδείξεις ἔνευσεν. μεταξὺ δ᾽ Ἀντίπατρος ἐπάρας τὴν κεφαλήν, ἔμενεν γὰρ δὴ βεβλημένος πρὸ τῶν ποδῶν τοῦ πατρός, ἐκβοᾷ: [630]σύ, πάτερ, ὑπὲρ ἐμοῦ πεποίηκας τὴν ἀπολογίαν: πῶς γὰρ ἐγὼ πατροκτόνος, ὃν ὁμολογεῖς φύλακα διὰ παντὸς ἐσχηκέναι; τερατείαν δέ μου καὶ ὑπόκρισιν λέγεις τὴν εὐσέβειαν. πῶς πανοῦργος ἐν τοῖς ἄλλοις οὕτως ἄφρων ἐγενόμην, ὡς μὴ νοεῖν, ὅτι λαθεῖν οὐδ᾽ ἀνθρώπους ῥᾴδιον τηλικοῦτον μύσος ἐνσκευαζόμενον, τὸν δ᾽ ἀπ᾽ οὐρανοῦ δικαστὴν ἀμήχανον, ὃς ἐφορᾷ πάντα καὶ πανταχοῦ πάρεστιν; [631] τὸ τῶν ἀδελφῶν τέλος ἠγνόουν, οὓς θεὸς οὕτως μετῆλθε τῆς εἰς σὲ κακοβουλίας; τί δέ με καὶ παρώξυνεν κατὰ σοῦ; βασιλείας ἐλπίς; ἀλλ᾽ ἐβασίλευον. ὑπόνοια μίσους; οὐ γὰρ ἐστεργόμην; φόβος ἐκ σοῦ τις ἄλλος: ἀλλὰ μὴν σὲ τηρῶν ἑτέροις φοβερὸς ἤμην. ἔνδεια χρημάτων; [632] καὶ τίνι μᾶλλον ἐξῆν ἀναλίσκειν; εἰ γὰρ ἐξωλέστατος πάντων ἀνθρώπων ἐγενόμην καὶ θηρίου ψυχὴν εἶχον ἀνημέρου, πάτερ, οὐκ ἂν ταῖς σαῖς εὐεργεσίαις ἐνικήθην, ὃν κατήγαγες μέν, ὡς ἔφης αὐτός, προέκρινας δὲ τοσούτων τέκνων, ἀπέδειξας δὲ ζῶν βασιλέα, δι᾽ ὑπερβολὴν δὲ τῶν ἄλλων ἀγαθῶν ἐποίησας ἐπίφθονον; [633] τάλας ἐγὼ τῆς πικρᾶς ἀποδημίας, ὡς πολὺν ἔδωκα καιρὸν τῷ φθόνῳ καὶ μακρὰν τοῖς ἐπιβουλεύουσι διωρίαν. σοὶ δέ, πάτερ, καὶ τοῖς σοῖς ἀγῶσιν ἀπεδήμουν, ἵνα μὴ Συλλαῖος τοῦ σοῦ γήρως καταφρονήσῃ. Ῥώμη μοι μάρτυς τῆς εὐσεβείας καὶ τῆς οἰκουμένης προστάτης Καῖσαρ, φιλοπάτορα πολλάκις με εἰπών. λάβε, πάτερ, τὰ παρ᾽ αὐτοῦ γράμματα. ταῦτα τῶν ἐνθάδε διαβολῶν πιστότερα, ταῦτα ἀπολογία μοι μόνη, τούτοις τῆς εἰς σὲ φιλοστοργίας τεκμηρίοις χρῶμαι. [634] μέμνησο δὲ ὡς οὐχ ἑκὼν ἔπλεον ἐπιστάμενος τὴν ἐμφωλεύουσαν τῇ βασιλείᾳ κατ᾽ ἐμοῦ δυσμένειαν. σὺ δέ με, πάτερ, ἄκων ἀπώλεσας, ἀναγκάσας καιρὸν διαβολῆς δοῦναι τῷ φθόνῳ. πάρειμι δὲ ἐπὶ τοὺς ἐλέγχους, πάρειμι διὰ γῆς καὶ θαλάσσης οὐδὲν οὐδαμοῦ παθὼν πατροκτόνος. [635] ἀλλὰ μήπω με τούτῳ φίλει τῷ τεκμηρίῳ: κατέγνωσμαι γὰρ καὶ παρὰ θεῷ καὶ παρὰ σοί, πάτερ. κατεγνωσμένος δὲ δέομαι μὴ ταῖς ἄλλων βασάνοις πιστεύειν, ἀλλὰ κατ᾽ ἐμοῦ φερέσθω τὸ πῦρ, ὁδευέτω διὰ τῶν ἐμῶν σπλάγχνων τὰ ὄργανα, μὴ φειδέσθω ὀλοφυρμὸς τοῦ μιαροῦ σώματος: εἰ γὰρ εἰμὶ πατροκτόνος, [636] οὐκ ὀφείλω θνήσκειν ἀβασάνιστος.” τοιαῦτα μετ᾽ ὀλοφυρμοῦ καὶ δακρύων ἐκβοῶν τούς τε ἄλλους ἅπαντας καὶ τὸν Οὔαρον εἰς οἶκτον προυκαλέσατο, μόνον δὲ θυμὸς Ἡρώδην ἄδακρυν διεκράτει τοὺς ἐλέγχους ἀληθεῖς ἐπιστάμενον. [637]

Ἐν τούτῳ Νικόλαος τοῦ βασιλέως κελεύσαντος πολλὰ πρὸς τὸ πανοῦργον τὸ Ἀντιπάτρου προειπὼν καὶ τὸν ἐπ᾽ αὐτῷ διαχέας ἔλεον, ἔπειτα πικρὰν κατηγορίαν κατετείνατο, πάντα μὲν τὰ κατὰ τὴν βασιλείαν κακουργήματα περιτιθεὶς αὐτῷ, μάλιστα δὲ τὴν ἀναίρεσιν τῶν ἀδελφῶν, ἀποδεικνὺς ταῖς ἐκείνου διαβολαῖς ἀπολωλότας. ἐπιβουλεύειν δὲ αὐτὸν ἔλεγεν καὶ τοῖς περιοῦσιν ὡς ἐφέδροις τῆς διαδοχῆς: τὸν γὰρ παρασκευάσαντα πατρὶ φάρμακον πού γ᾽ ἂν ἀδελφῶν ἀποσχέσθαι. [638] προελθὼν δ᾽ ἐπὶ τὸν ἔλεγχον τῆς φαρμακείας τάς τε μηνύσεις [ἑξῆς] ἐπεδείκνυεν καὶ περὶ Φερώρα κατεσχετλίαζεν, ὅτι κἀκεῖνον Ἀντίπατρος ποιήσειεν ἀδελφοκτόνον καὶ τοὺς φιλτάτους τῷ βασιλεῖ διαφθείρας ὅλον τοῦ μύσους ἀναπλήσειεν τὸν οἶκον, ἄλλα τε πολλὰ πρὸς τούτοις εἰπὼν καὶ ἀποδείξας καταπαύει τὸν λόγον. [639]

Οὔαρος δὲ ἀπολογεῖσθαι κελεύσας τὸν Ἀντίπατρον, ὡς οὐδὲν πλέον εἰπὼν θεός ἐστίν μοι τοῦ μηδὲν ἀδικεῖν μάρτυςἔκειτο σιγῶν, αἰτήσας τὸ φάρμακον δίδωσί τινι τῶν ἐπὶ θανάτῳ κατακρίτων δεσμώτῃ πιεῖν. [640] τοῦ δὲ παραχρῆμα τελευτήσαντος μὲν ἀπορρήτους ποιήσας τὰς πρὸς Ἡρώδην ὁμιλίας καὶ τὰ περὶ τὸ συνέδριον Καίσαρι γράψας μετὰ μίαν ἡμέραν χωρίζεται. δεσμεῖ δὲ βασιλεὺς Ἀντίπατρον καὶ πρὸς Καίσαρα τοὺς δηλώσοντας τὴν συμφορὰν ἐξέπεμψεν. [641]

Μετὰ δὲ ταῦτα καὶ κατὰ Σαλώμης ἐπίβουλος Ἀντίπατρος εὑρίσκεται: τῶν γὰρ Ἀντιφίλου τις οἰκετῶν ἧκεν ἐπιστολὰς κομίζων ἀπὸ Ῥώμης παρὰ Λιουίας θεραπαινίδος Ἀκμῆς τοὔνομα. καὶ παρὰ μὲν ταύτης ἐπέσταλτο βασιλεῖ τὰς παρὰ Σαλώμης ἐπιστολὰς ἐν τοῖς Λιουίας εὑρηκέναι γράμμασιν, πεπομφέναι δὲ αὐτῷ λάθρα δι᾽ εὔνοιαν. [642] αἱ δὲ τῆς Σαλώμης λοιδορίας τε τοῦ βασιλέως περιεῖχον πικροτάτας καὶ κατηγορίαν μεγίστην. ταύτας δὲ πλάσας Ἀντίπατρος καὶ τὴν Ἀκμὴν διαφθείρας ἔπεισεν Ἡρώδῃ πέμψαι. [643] διηλέγχθη δὲ ἐκ τῆς πρὸς αὐτὸν ἐπιστολῆς: καὶ γὰρ ἐκείνῳ τὸ γύναιον ἔγραψεν: “ὡς ἐβουλήθης, ἔγραψά σου τῷ πατρὶ καὶ τὰς ἐπιστολὰς ἐκείνας ἔπεμψα πεπεισμένη τὸν βασιλέα μὴ φείσεσθαι τῆς ἀδελφῆς, ὅταν ἀναγνῷ. καλῶς δὲ ποιήσεις, ἐπειδὰν ἀπαρτισθῇ πάντα, μνημονεύσας ὧν ὑπέσχου.” [644]

Ταύτης φωραθείσης τῆς ἐπιστολῆς καὶ τῶν κατὰ Σαλώμης ἐνσκευασθεισῶν ἔννοια μὲν ἐμπίπτει τῷ βασιλεῖ τάχα καὶ κατ᾽ Ἀλεξάνδρου πλασθῆναι γράμματα, περιαλγὴς δ᾽ ἦν ὑπὸ τοῦ πάθους ὡς παρ᾽ ὀλίγον καὶ τὴν ἀδελφὴν ἀποκτείνας δι᾽ Ἀντίπατρον: [645] οὐκέτι οὖν ἀνεβάλλετο λαβεῖν τιμωρίαν ὑπὲρ ἁπάντων. ὡρμημένος δ᾽ ἐπὶ τὸν Ἀντίπατρον ἐπεσχέθη νόσῳ χαλεπῇ: περὶ μέντοι τῆς Ἀκμῆς καὶ τῶν κατὰ Σαλώμης ἐσκευωρημένων ἐπέστειλεν Καίσαρι. [646] τήν τε διαθήκην αἰτήσας μετέγραφεν, καὶ βασιλέα μὲν ἀπεδείκνυεν Ἀντίπαν ἀμελῶν τῶν πρεσβυτάτων Ἀρχελάου καὶ Φιλίππου: διαβεβλήκει γὰρ καὶ τούτους Ἀντίπατρος: Καίσαρι δὲ σὺν τοῖς διὰ χρημάτων δώροις χίλια τάλαντα, τῇ δὲ γυναικὶ καὶ τέκνοις αὐτοῦ καὶ φίλοις καὶ ἀπελευθέροις περὶ πεντακόσια, ἀπένειμεν δὲ καὶ τοῖς ἄλλοις ἅπασιν τῆς τε χώρας οὐκ ὀλίγα καὶ τῶν χρημάτων: λαμπροτάταις δὲ δωρεαῖς ἐτίμα Σαλώμην τὴν ἀδελφήν. ἐν μὲν οὖν ταῖς διαθήκαις ταῦτα διωρθώσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: