previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[353]

Τούτοις πεισθέντες οἱ Ἰδουμαῖοι πρῶτον μὲν λύουσι τοὺς ἐν τοῖς δεσμωτηρίοις περὶ δισχιλίους δημότας, οἳ παραχρῆμα φυγόντες ἐκ τῆς πόλεως ἀφικνοῦνται πρὸς Σίμωνα, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν: ἔπειτα ἐκ τῶν Ἱεροσολύμων ἀνεχώρησαν ἐπ᾽ οἴκου. [354] καὶ συνέβη τὸν χωρισμὸν αὐτῶν γενέσθαι παράδοξον ἀμφοτέροις: τε γὰρ δῆμος ἀγνοῶν τὴν μετάνοιαν ἀνεθάρσησε πρὸς ὀλίγον ὡς ἐχθρῶν κεκουφισμένος, [355] οἵ τε ζηλωταὶ μᾶλλον ἐπανέστησαν, οὐχ ὡς ὑπὸ συμμάχων καταλειφθέντες, ἀλλ᾽ ἀπηλλαγμένοι τῶν δυσωπούντων καὶ διατρεπόντων παρανομεῖν. [356] οὐκέτι γοῦν μέλλησις σκέψις ἦν τῶν ἀδικημάτων, ἀλλ᾽ ὀξυτάταις μὲν ἐχρῶντο ταῖς ἐπινοίαις εἰς ἕκαστα, τὰ δοχθέντα δὲ τάχιον καὶ τῆς ἐπινοίας ἐνήργουν. [357] μάλιστα δ᾽ ἐπ᾽ ἀνδρείαν τε καὶ εὐγένειαν ἐφόνων, τὴν μὲν φθόνῳ λυμαινόμενοι, τὸ δὲ γενναῖον δέει: μόνην γὰρ αὐτῶν ἀσφάλειαν ὑπελάμβανον τὸ μηδένα τῶν δυνατῶν καταλιπεῖν. [358] ἀνῃρέθη γοῦν σὺν πολλοῖς ἑτέροις καὶ Γουρίων, ἀξιώματι μὲν καὶ γένει προύχων, δημοκρατικὸς δὲ καὶ φρονήματος ἐλευθερίου μεστός, εἰ καί τις ἕτερος Ἰουδαίων: ἀπώλεσε δὲ αὐτὸν παρρησία μάλιστα πρὸς τοῖς ἄλλοις πλεονεκτήμασιν. [359] οὐδ᾽ Περαΐτης Νίγερ αὐτῶν τὰς χεῖρας διέφυγεν, ἀνὴρ ἄριστος ἐν τοῖς πρὸς Ῥωμαίους πολέμοις γενόμενος: ὃς καὶ βοῶν πολλάκις τάς τε ὠτειλὰς ἐπιδεικνὺς διὰ μέσης ἐσύρετο τῆς πόλεως. [360] ἐπεὶ δὲ ἔξω τῶν πυλῶν ἦκτο, τὴν σωτηρίαν ἀπογνοὺς περὶ ταφῆς ἱκέτευεν: οἱ δὲ προαπειλήσαντες ἧς ἐπεθύμει μάλιστα γῆς μὴ μεταδώσειν αὐτῷ, τὸν φόνον ἐνήργουν. [361] ἀναιρούμενος δὲ Νίγερ τιμωροὺς Ῥωμαίους αὐτοῖς ἐπηράσατο λιμόν τε καὶ λοιμὸν ἐπὶ τῷ πολέμῳ καὶ πρὸς ἅπασι τὰς ἀλλήλων χεῖρας: [362] δὴ πάντα κατὰ τῶν ἀσεβῶν ἐκύρωσεν θεός, καὶ τὸ δικαιότατον, ὅτι γεύσασθαι τῆς ἀλλήλων ἀπονοίας ἔμελλον οὐκ εἰς μακρὰν στασιάσαντες. [363] Νίγερ μὲν οὖν ἀνῃρημένος τοὺς περὶ τῆς καταλύσεως αὐτῶν φόβους ἐπεκούφισε, τοῦ λαοῦ δὲ μέρος οὐδὲν ἦν, μὴ πρὸς ἀπώλειαν ἐπενοεῖτο πρόφασις. [364] τὸ μὲν γὰρ αὐτῶν διενεχθέν τινι πάλαι διέφθαρτο, τὸ δὲ μὴ προσκροῦσαν κατ᾽ εἰρήνην ἐπικαίρους ἐλάμβανε τὰς αἰτίας: καὶ μὲν μηδ᾽ ὅλως αὐτοῖς προσιὼν ὡς ὑπερήφανος, προσιὼν δὲ μετὰ παρρησίας ὡς καταφρονῶν, θεραπεύων δ᾽ ὡς ἐπίβουλος ὑπωπτεύετο. [365] μία δὲ ἦν τῶν τε μεγίστων καὶ μετριωτάτων ἐγκλημάτων τιμωρία θάνατος: καὶ διέφυγεν οὐδείς, εἰ μὴ σφόδρα τις ἦν ταπεινὸς δι᾽ ἀγένειαν διὰ τύχην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: