previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[358]

Οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν ὁρμήσαντες αὐλήν, εἰς ἣν δι᾽ ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε Ῥωμαίους ἀπ᾽ αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, ὄντας εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους, τὰ χρήματα διήρπασαν. [359] ἐζώγρησαν δὲ καὶ Ῥωμαίων δύο, τὸν μὲν ἱππέα τὸν δὲ πεζόν, καὶ τὸν μὲν πεζὸν ἀποσφάξαντες εὐθέως ἔσυραν περὶ τὴν πόλιν, ὥσπερ ἑνὶ σώματι πάντας Ῥωμαίους ἀμυνόμενοι, [360] δὲ ἱππεὺς ὠφέλιμόν τι αὐτοῖς πρὸς σωτηρίαν ὑποθήσεσθαι λέγων ἀνάγεται πρὸς Σίμωνα: παρ᾽ μηδὲν εἰπεῖν ἔχων Ἀρδάλᾳ τινὶ τῶν ἡγεμόνων παραδίδοται κολασθησόμενος. [361] δὲ αὐτοῦ ὀπίσω τὼ χεῖρε δήσας καὶ ταινίᾳ τοὺς ὀφθαλμοὺς ἀντικρὺ τῶν Ῥωμαίων προήγαγεν ὡς καρατομήσων: φθάνει δ᾽ ἐκεῖνος εἰς τοὺς Ῥωμαίους διαφυγὼν ἐν ὅσῳ τὸ ξίφος ἐσπάσατο Ἰουδαῖος. [362] τοῦτον διαφυγόντα ἐκ τῶν πολεμίων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν Τίτος, ἀνάξιον δὲ Ῥωμαίων εἶναι στρατιώτην κρίνας, ὅτι ζῶν ἐλήφθη, τά τε ὅπλα ἀφείλετο καὶ τοῦ τάγματος ἐξέβαλεν, ἅπερ ἦν αἰσχυνομένῳ θανάτου χαλεπώτερα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: