previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[280]

Πέτραν οὐκ ὀλίγην τῇ περιόδῳ καὶ μῆκος ὑψηλὴν πανταχόθεν περιερρώγασι βαθεῖαι φάραγγες κάτωθεν ἐξ ἀοράτου τέρματος κρημνώδεις καὶ πάσῃ βάσει ζῴων ἀπρόσιτοι, πλὴν ὅσον κατὰ δύο τόπους τῆς πέτρας εἰς ἄνοδον οὐκ εὐμαρῆ παρεικούσης. [281] ἔστι δὲ τῶν ὁδῶν μὲν ἀπὸ τῆς Ἀσφαλτίτιδος λίμνης πρὸς ἥλιον ἀνίσχοντα, καὶ πάλιν ἀπὸ τῆς δύσεως ῥᾷον πορευθῆναι. [282] καλοῦσι δὲ τὴν ἑτέραν ὄφιν, τῇ στενότητι προσεικάσαντες καὶ τοῖς συνεχέσιν ἑλιγμοῖς: κλᾶται γὰρ περὶ τὰς τῶν κρημνῶν ἐξοχὰς καὶ πολλάκις εἰς αὑτὴν ἀνατρέχουσα καὶ κατὰ μικρὸν αὖθις ἐκμηκυνομένη μόλις ψαύει τοῦ πρόσω. [283] δεῖ δὲ παραλλὰξ τὸν δι᾽ αὐτῆς βαδίζοντα τὸν ἕτερον τῶν ποδῶν ἐρείδεσθαι. ἔστι δὲ πρόδηλος ὄλεθρος: ἑκατέρωθεν γὰρ βάθος κρημνῶν ὑποκέχηνε τῇ φοβερότητι πᾶσαν εὐτολμίαν ἐκπλῆξαι δυνάμενον. [284] διὰ τοιαύτης οὖν ἐλθόντι σταδίους τριάκοντα κορυφὴ τὸ λοιπόν ἐστιν οὐκ εἰς ὀξὺ τέρμα συνηγμένη, ἀλλ᾽ ὥστ᾽ εἶναι κατ᾽ ἄκρας ἐπίπεδον. [285] ἐπὶ ταύτῃ πρῶτον μὲν ἀρχιερεὺς ᾠκοδομήσατο φρούριον Ἰωνάθης καὶ προσηγόρευσε Μασάδαν, ὕστερον δ᾽ Ἡρώδῃ τῷ βασιλεῖ διὰ πολλῆς ἐγένετο σπουδῆς τοῦ χωρίου κατασκευή. [286] τεῖχός τε γὰρ ἤγειρε περὶ πάντα τὸν κύκλον τῆς κορυφῆς ἑπτὰ σταδίων ὄντα λευκοῦ μὲν λίθου πεποιημένον, ὕψος δὲ δώδεκα καὶ πλάτος ὀκτὼ πήχεις ἔχον, [287] τριάκοντα δὲ αὐτῷ καὶ ἑπτὰ πύργοι πεντηκονταπήχεις ἀνειστήκεσαν, ἐξ ὧν ἦν εἰς οἰκήματα διελθεῖν περὶ πᾶν τὸ τεῖχος ἔνδον ᾠκοδομημένα. [288] τὴν γὰρ κορυφὴν πίονα καὶ πεδίου παντὸς οὖσαν μαλακωτέραν ἀνῆκεν εἰς γεωργίαν βασιλεύς, ἵν᾽ εἴ ποτε τῆς ἔξωθεν τροφῆς ἀπορία γένοιτο, μηδὲ ταύτῃ κάμοιεν οἱ τὴν αὐτῶν σωτηρίαν τῷ φρουρίῳ πεπιστευκότες. [289] καὶ βασίλειον δὲ κατεσκεύασεν ἐν αὐτῷ κατὰ τὴν ἀπὸ τῆς ἑσπέρας ἀνάβασιν, ὑποκάτω μὲν τῶν τῆς ἄκρας τειχῶν, πρὸς δὲ τὴν ἄρκτον ἐκκλίνον. τοῦ δὲ βασιλείου τὸ τεῖχος ἦν ὕψει μέγα καὶ καρτερόν, πύργους ἔχον ἑξηκονταπήχεις ἐγγωνίους τέτταρας. [290] τε τῶν οἰκημάτων ἔνδον καὶ στοῶν καὶ βαλανείων κατασκευὴ παντοία καὶ πολυτελὴς ἦν, κιόνων μὲν ἁπανταχοῦ μονολίθων ὑφεστηκότων, τοίχων δὲ καὶ τῶν ἐν τοῖς οἰκήμασιν ἐδάφων λίθου στρώσει πεποικιλμένων. [291] πρὸς ἕκαστον δὲ τῶν οἰκουμένων τόπων ἄνω τε καὶ περὶ τὸ βασίλειον καὶ πρὸ τοῦ τείχους πολλοὺς καὶ μεγάλους ἐτετμήκει λάκκους ἐν ταῖς πέτραις φυλακτῆρας ὑδάτων, μηχανώμενος εἶναι χορηγίαν ὅση τῷ ἐκ πηγῶν ἐστι χρωμένοις. [292] ὀρυκτὴ δ᾽ ὁδὸς ἐκ τοῦ βασιλείου πρὸς ἄκραν τὴν κορυφὴν ἀνέφερε τοῖς ἔξωθεν ἀφανής. οὐ μὴν οὐδὲ ταῖς φανεραῖς ὁδοῖς ἦν οἷόν τε χρήσασθαι ῥᾳδίως πολεμίους: [293] μὲν γὰρ ἑῴα διὰ τὴν φύσιν, ὡς προείπαμεν, ἐστὶν ἄβατος, τὴν δ᾽ ἀπὸ τῆς ἑσπέρας μεγάλῳ κατὰ τὸ στενότατον πύργῳ διετείχισεν ἀπέχοντι τῆς ἄκρας πήχεων οὐκ ἔλαττον διάστημα χιλίων, ὃν οὔτε παρελθεῖν δυνατὸν ἦν οὔτε ῥᾴδιον ἑλεῖν: δυσέξοδος δὲ καὶ τοῖς μετὰ ἀδείας βαδίζουσιν ἐπεποίητο. [294] οὕτως μὲν οὖν πρὸς τὰς τῶν πολεμίων ἐφόδους φύσει τε καὶ χειροποιήτως τὸ φρούριον ὠχύρωτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: