previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[132]

Ἐπισχούσης δὲ φήμης τὴν Γαλιλαίαν ἅπασαν, ὡς τῆς χώρας αὐτῶν μελλούσης ὑπ᾽ ἐμοῦ τοῖς Ῥωμαίοις προδίδοσθαι καὶ πάντων παροξυνθέντων ἐπὶ τὴν ἐμὴν τιμωρίαν, οἱ τὰς Ταριχέας κατοικοῦντες καὶ αὐτοὶ τοὺς νεανίσκους ἀληθεύειν ὑπολαβόντες πείθουσι τοὺς σωματοφύλακας καὶ τοὺς ὁπλίτας κοιμώμενόν με καταλιπόντας παραγενέσθαι θᾶττον εἰς ἱππόδρομον, ὡς ἐκεῖ βουλευσομένους μετὰ πάντων περὶ τοῦ στρατηγοῦ. [133] πειθομένων δὲ τούτων καὶ συνελθόντων πολὺς ὄχλος ἤδη προσυνήθροιστο, μίαν τε πάντες ἐποιοῦντο φωνήν, κολάζειν τὸν προδότην πονηρὸν περὶ αὐτοὺς γεγενημένον. [134] μάλιστα δ᾽ αὐτοὺς ἐξέκαιεν τοῦ Σαπίθα παῖς Ἰησοῦς ἄρχων τότε τῆς Τιβεριάδος, πονηρὸς ἄνθρωπος καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχων στασιοποιός τε καὶ νεωτεριστὴς ὡς οὐχ ἕτερος, καὶ δὴ τότε λαβὼν εἰς χεῖρας τοὺς Μωυσέως νόμους καὶ προελθὼν εἰς μέσον, [135]εἰ μὴ καὶ ὑπὲρ αὑτῶν, ἔφη, πολῖται, μισεῖν δύνασθε Ἰώσηπον, εἰς τοὺς πατρίους ἀποβλέψαντες νόμους, ὧν πρῶτος ὑμῶν στρατηγὸς προδότης ἔμελλε γίνεσθαι, καὶ μισοπονηρήσαντες ὑπὲρ τούτων τιμωρήσασθε τὸν τοιαῦτα τολμήσαντα.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: