previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[174]

Τιβεριεῖς δέ, ὡς εἰς τὰς Ταριχέας ἀφικόμην γνόντες τὴν στρατηγίαν, κατ᾽ αὐτῶν ἐχρησάμην, ἀπεθαύμαζον ὅτι χωρὶς φόνων ἔπαυσα τὴν ἀγνωμοσύνην αὐτῶν. [175] ἐγὼ δὲ τοὺς ἐκ τῆς εἱρκτῆς μεταπεμψάμενος τοῦ πλήθους τῶν Τιβεριέων, ἦν δὲ σὺν αὐτοῖς Ἰοῦστος καὶ πατὴρ αὐτοῦ Πιστός, συνδείπνους ἐποιησάμην, καὶ παρὰ τὴν ἑστίασιν ἔλεγον, ὅτι τὴν Ῥωμαίων δύναμιν οὐδ᾽ αὐτὸς ἀγνοῶ πασῶν διαφέρουσαν, σιγῴην μέντοι περὶ αὐτῆς διὰ τοὺς λῃστάς. [176] καὶ αὐτοῖς δὲ ταῦτα συνεβούλευον ποιεῖν τὸν ἐπιτήδειον περιμένουσι καιρὸν καὶ μὴ δυσανασχετεῖν ἐμοὶ στρατηγῷ: μηδενὸς γὰρ αὐτοὺς ἑτέρου δυνήσεσθαι ῥᾳδίως ἐπιεικοῦς ὁμοίως τυχεῖν. [177] τὸν Ἰοῦστον δὲ καὶ ὑπεμίμνησκον, ὅτι πρόσθεν με παραγενέσθαι ἐκ τῶν Ἱεροσολύμων οἱ Γαλιλαῖοι τἀδελφοῦ τὰς χεῖρας ἀποκόψειαν αὐτοῦ πρὸ τοῦ πολέμου πλαστῶν αὐτῷ γραμμάτων κακουργίαν ἐπικαλέσαντες, καὶ ὅτι μετὰ τὴν ἀναχώρησιν τὴν Φιλίππου Γαμαλῖται πρὸς Βαβυλωνίους στασιάζοντες ἀνέλοιεν Χάρητα, συγγενὴς δ᾽ ἦν οὗτος τοῦ Φιλίππου, [178] καὶ ὡς Ἰησοῦν τὸν ἀδελφὸν αὐτοῦ ἄνδρα τῆς ἀδελφῆς Ἰούστου σωφρόνως κολάσειαν. ταῦτα παρὰ τὴν ἑστίασιν διαλεχθεὶς τοῖς περὶ τὸν Ἰοῦστον ἕωθεν ἐκέλευσα πάντας τῆς φυλακῆς ἀπολυθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: