previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[259]

Ταῦτ᾽ ἔτι λέγοντος κοιναὶ παρὰ πάντων ἐγένοντο φωναὶ καλούντων εὐεργέτην με καὶ σωτῆρα, καὶ περὶ μὲν τῶν πεπραγμένων ἐμαρτύρουν, περὶ δὲ τῶν πραχθησομένων παρεκάλουν, πάντες δ᾽ ὤμνυον ἀνυβρίστους μὲν ἔχειν τὰς γυναῖκας, λελυπῆσθαι δὲ μηδέποτε μηδὲν ὑπ᾽ ἐμοῦ. [260] μετὰ τοῦτο δύο τῶν ἐπιστολῶν, ἃς οἱ κατασταθέντες ὑπ᾽ ἐμοῦ φρουροὶ πεμφθείσας ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην ἑλόντες ἀπεστάλκεισαν πρὸς ἐμέ, παρανεγίνωσκον τοῖς Γαλιλαίοις πολλῶν βλασφημιῶν πλήρεις καὶ καταψευδομένας, ὅτι τυραννίδι μᾶλλον στρατηγίᾳ χρῶμαι κατ᾽ αὐτῶν. [261] ἕτερά τε πολλὰ πρὸς τούτοις ἐνεγέγραπτο μηδὲν παραλιπόντων ἀναισχύντου ψευδολογίας. ἔφην δ᾽ ἐγὼ πρὸς τὸ πλῆθος τὰ γράμματα λαβεῖν δόντων ἑκουσίως τῶν κομιζόντων: οὐ γὰρ ἐβουλόμην αὐτοὺς τὰ περὶ τὰς φρουρὰς τοὺς ἐναντίους εἰδέναι, μὴ δείσαντες τοῦ γράφειν ἀποστῶσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: