previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[368]

Διοικήσας δ᾽ ἐγὼ τὰ κατὰ τὴν Τιβεριάδα καὶ καθίσας τῶν φίλων συνέδριον ἐβουλευόμην περὶ τῶν πρὸς Ἰωάννην πραχθησομένων. ἐδόκει μὲν οὖν πᾶσι τοῖς Γαλιλαίοις ὁπλίσαντα πάντας ἀπελθεῖν ἐπὶ τὸν Ἰωάννην καὶ λαβεῖν παρ᾽ αὐτοῦ δίκας ὡς πάσης τῆς στάσεως αἰτίου γεγονότος. [369] οὐκ ἠρεσκόμην δ᾽ ἐγὼ ταῖς γνώμαις αὐτῶν προαίρεσιν ἔχων τὰς ταραχὰς χωρὶς φόνου καταστέλλειν. ὅθεν δὴ παρῄνεσα πᾶσαν εἰσενέγκασθαι πρόνοιαν ὑπὲρ τοῦ γνῶναι τὰ ὀνόματα τῶν ὑπὸ τὸν Ἰωάννην ὄντων. [370] ποιησάντων δ᾽ ἐκείνων γνοὺς ἐγὼ τοὺς ἀνθρώπους οἵτινες ἦσαν ἐξέθηκα πρόγραμμα, διὰ τούτου πίστιν καὶ δεξιὰν προτείνων τοῖς μετὰ Ἰωάννου θελήσασιν λαβεῖν μετάνοιαν, καὶ ἡμερῶν εἴκοσι χρόνον προέτεινα τοῖς βουλεύσασθαι θέλουσιν περὶ τῶν ἑαυτοῖς συμφερόντων. ἠπείλουν δέ, εἰ μὴ ῥίψουσιν τὰ ὅπλα, καταπρήσειν αὐτῶν τὰς οἰκήσεις καὶ δημοσιώσειν τὰς οὐσίας. [371] ταῦτα δὲ ἀκούσαντες οἱ ἄνθρωποι καὶ ταραχθέντες οὔ τι μετρίως καταλείπουσιν μὲν τὸν Ἰωάννην, τὰ δ᾽ ὅπλα ῥίψαντες ἧκον πρός με τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες. [372] μόνοι δὲ τῷ Ἰωάννῃ παρέμειναν οἱ πολῖται καὶ ξένοι τινὲς ἐκ τῆς Τυρίων μητροπόλεως ὡς χίλιοι καὶ πεντακόσιοι. Ἰωάννης μὲν οὖν οὕτω καταστρατηγηθεὶς ὑπ᾽ ἐμοῦ τὸ λοιπὸν ἐν τῇ πατρίδι περίφοβος ἔμεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: