previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[104]

Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ἄνδρες κεκρικότες τῇ πρὸς Ῥωμαίους ἐμμεῖναι πίστει, δεδιότες δὲ τὴν ἐμὴν ἄφιξιν, ἐπειράθησαν ἑτέρᾳ με πράξει περισπάσαντες ἀδεεῖς εἶναι περὶ ἑαυτῶν. [105] καὶ δὴ πέμψαντες πρὸς Ἰησοῦν τὸν ἀρχιλῃστὴν εἰς τὴν Πτολεμαΐδος μεθορίαν ὑπέσχοντο δώσειν πολλὰ χρήματα θελήσαντι μετὰ τῆς σὺν αὐτῷ δυνάμεως, ἦσαν δ᾽ ὀκτακόσιοι τὸν ἀριθμόν, πόλεμον ἐξάψαι πρὸς ἡμᾶς. [106] δ᾽ ὑπακούσας αὐτῶν ταῖς ὑποσχέσεσιν ἠθέλησεν ἐπιπεσεῖν ἡμῖν ἀνετοίμοις καὶ μηδὲν προγινώσκουσιν. πέμψας γοῦν πρός με παρεκάλει λαβεῖν ἐξουσίαν ἀσπασόμενον ἀφικέσθαι. συγχωρήσαντος δέ μου, τῆς γὰρ ἐπιβουλῆς οὐδὲν προηπιστάμην, ἀναλαβὼν τὸ σύνταγμα τῶν λῃστῶν ἔσπευδεν ἐπ᾽ ἐμέ. [107] οὐ μὴν ἔφθασεν αὐτοῦ τέλος λαβεῖν κακουργία: πλησιάζοντος γὰρ ἤδη τῶν σὺν αὐτῷ τις αὐτομολήσας ἧκεν πρός με τὴν ἐπιχείρησιν αὐτοῦ φράζων, κἀγὼ πυθόμενος ταῦτα προῆλθον εἰς τὴν ἀγορὰν σκηψάμενος ἀγνοεῖν τὴν ἐπιβουλήν: ἐπηγόμην δὲ πολλοὺς ὁπλίτας Γαλιλαίους, τινὰς δὲ καὶ Τιβεριέων. [108] εἶτα προστάξας τὰς ὁδοὺς πάσας ἀσφαλέστατα φρουρεῖσθαι παρήγγειλα τοῖς ἐπὶ τῶν πυλῶν μόνον Ἰησοῦν, ἐπειδὰν παραγένηται, μετὰ τῶν πρώτων εἰσελθεῖν ἐᾶσαι, ἀποκλεῖσαι δὲ τοὺς ἄλλους, βιαζομένους δὲ τύπτειν. [109] τῶν δὲ τὸ προσταχθὲν ποιησάντων εἰσῆλθεν Ἰησοῦς μετ᾽ ὀλίγων. καὶ κελεύσαντος ἐμοῦ ῥῖψαι τὰ ὅπλα θᾶττον, εἰ γὰρ ἀπειθοίη τεθνήξεσθαι, περιεστῶτας ἰδὼν πανταχόθεν αὐτῷ τοὺς ὁπλίτας φοβηθεὶς ὑπήκουσεν: οἱ δ᾽ ἀποκλεισθέντες τῶν ἐπακολουθούντων αὐτῷ πυθόμενοι τὴν σύλληψιν ἔφυγον. [110] κἀγὼ τὸν Ἰησοῦν προσκαλεσάμενος κατ᾽ ἰδίαν οὐκ ἀγνοεῖν ἔφην τὴν ἐπ᾽ ἐμὲ συσκευασθεῖσαν ἐπιβουλὴν οὐδ᾽ ὑπὸ τίνων πεμφθείη, συγγνώσεσθαι δ᾽ ὅμως αὐτῷ τῶν πεπραγμένων, εἰ μέλλοι μετανοήσειν καὶ πιστὸς ἐμοὶ γενήσεσθαι. [111] ὑπισχνουμένου δὲ πάντα ποιήσειν ἐκείνου ἀπέλυσα συγχωρήσας αὐτῷ συναγαγεῖν πάλιν οὓς πρότερον εἶχεν. Σεπφωρίταις δ᾽ ἠπείλησα, εἰ μὴ παύσαιντο τῆς ἀγνωμοσύνης, λήψεσθαι παρ᾽ αὐτῶν δίκας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: