previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[422]

Ἐπεὶ δὲ κατέπαυσεν τὰς ἐν τῇ Ἰουδαίᾳ ταραχὰς Τίτος, εἰκάσας τοὺς ἀγροὺς οὓς εἶχον ἐν τοῖς Ἱεροσολύμοις ἀνονήτους ἐσομένους μοι διὰ τὴν μέλλουσαν ἐκεῖ Ῥωμαίων φρουρὰν ἐγκαθέζεσθαι, ἔδωκεν ἑτέραν χώραν ἐν πεδίῳ, μέλλων τε ἀπαίρειν εἰς τὴν Ῥώμην σύμπλουν ἐδέξατο πᾶσαν τιμὴν ἀπονέμων. [423] ἐπεὶ δ᾽ εἰς τὴν Ῥώμην ἥκομεν, πολλῆς ἔτυχον παρὰ Οὐεσπασιανοῦ προνοίας: καὶ γὰρ καὶ κατάλυσιν ἔδωκεν ἐν τῇ οἰκίᾳ τῇ πρὸ τῆς ἡγεμονίας αὐτῷ γενομένῃ πολιτείᾳ τε Ῥωμαίων ἐτίμησεν καὶ σύνταξιν χρημάτων ἔδωκεν καὶ τιμῶν διετέλει μέχρι τῆς ἐκ τοῦ βίου μεταστάσεως οὐδὲν τῆς πρὸς ἐμὲ χρηστότητος ὑφελών, [ὅ μοι] διὰ τὸν φθόνον ἤνεγκε κίνδυνον: [424] Ἰουδαῖος γάρ τις Ἰωνάθης τοὔνομα στάσιν ἐξεγείρας ἐν Κυρήνῃ καὶ δισχιλίους τῶν ἐγχωρίων συναναπείσας, ἐκείνοις μὲν αἴτιος ἀπωλείας ἐγένετο, αὐτὸς δὲ ὑπὸ τοῦ τῆς χώρας ἡγεμονεύοντος δεθεὶς καὶ ἐπὶ τὸν αὐτοκράτορα πεμφθεὶς ἔφασκεν ἐμὲ αὐτῷ ὅπλα πεπομφέναι καὶ χρήματα. [425] οὐ μὴν Οὐεσπασιανὸν ψευδόμενος ἔλαθεν, ἀλλὰ κατέγνω θάνατον αὐτοῦ, καὶ παραδοθεὶς ἀπέθανεν. πολλάκις δὲ καὶ μετὰ ταῦτα τῶν βασκαινόντων μοι τῆς εὐτυχίας κατηγορίας ἐπί με συνθέντων θεοῦ προνοίᾳ πάσας διέφυγον. ἔλαβον δὲ παρὰ Οὐεσπασιανοῦ δωρεὰν γῆν οὐκ ὀλίγην ἐν τῇ Ἰουδαίᾳ. [426] καθ᾽ ὃν δὴ καιρὸν καὶ τὴν γυναῖκα μὴ ἀρεσκόμενος αὐτῆς τοῖς ἤθεσιν ἀπεπεμψάμην τριῶν παίδων γενομένην μητέρα, ὧν οἱ μὲν δύο ἐτελεύτησαν, εἷς δέ, ὃν Ὑρκανὸν προσηγόρευσα, περίεστιν. [427] μετὰ ταῦτα ἠγαγόμην γυναῖκα κατῳκηκυῖαν μὲν ἐν Κρήτῃ, τὸ δὲ γένος Ἰουδαίαν, γονέων εὐγενεστάτων καὶ τῶν κατὰ τὴν χώραν ἐπιφανεστάτων, ἤθει πολλῶν γυναικῶν διαφέρουσαν, ὡς μετὰ ταῦτα βίος αὐτῆς ἀπέδειξεν. ἐκ ταύτης δή μοι γίνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἰοῦστος, Σιμωνίδης δὲ μετ᾽ ἐκεῖνον καὶ Ἀγρίππας ἐπικληθείς. [428] ταῦτα μέν μοι τὰ κατὰ τὸν οἶκον. διέμεινεν δὲ ὅμοια καὶ τὰ παρὰ τῶν αὐτοκρατόρων: Οὐεσπασιανοῦ γὰρ τελευτήσαντος Τίτος τὴν ἀρχὴν διαδεξάμενος ὁμοίαν τῷ πατρὶ τὴν τιμήν μοι διεφύλαξεν πολλάκις τε κατηγορηθέντος οὐκ ἐπίστευσεν. [429] διαδεξάμενος δὲ Τίτον Δομετιανὸς καὶ προσηύξησεν τὰς εἰς ἐμὲ τιμάς: τούς τε γὰρ κατηγορήσαντάς μου Ἰουδαίους ἐκόλασεν καὶ δοῦλον εὐνοῦχον παιδαγωγὸν τοῦ παιδός μου κατηγορήσαντα κολασθῆναι προσέταξεν, ἐμοὶ δὲ τῆς ἐν Ἰουδαίᾳ χώρας ἀτέλειαν ἔδωκεν, ἥπερ ἐστὶ μεγίστη τιμὴ τῷ λαβόντι. καὶ πολλὰ δ᾽ τοῦ Καίσαρος γυνὴ Δομετία διετέλεσεν εὐεργετοῦσά με. [430] ταῦτα μὲν τὰ πεπραγμένα μοι διὰ παντὸς τοῦ βίου ἐστίν, κρινέτωσαν δ᾽ ἐξ αὐτῶν τὸ ἦθος ὅπως ἂν ἐθέλωσιν ἕτεροι. σοὶ δ᾽ ἀποδεδωκώς, κράτιστε ἀνδρῶν Ἐπαφρόδιτε, τὴν πᾶσαν τῆς ἀρχαιολογίας ἀναγραφὴν ἐπὶ τοῦ παρόντος ἐνταῦθα καταπαύω τὸν λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: