Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[110]
ταῦτα, ὦ Ἀθηναῖοι,
καὶ μνημονεύεσθαι καλὰ καὶ τοῖς πράξασιν1 ἔπαινος καὶ τῇ πόλει δόξα ἀείμνηστος. ἀλλ᾽ οὐχ ὃ
Λεωκράτης πεποίηκεν, ἀλλ᾽ ἑκὼν τὴν ἐξ ἅπαντος τοῦ αἰῶνος συνηθροισμένην τῇ
πόλει δόξαν κατῄσχυνεν. ἐὰν μὲν οὖν αὐτὸν ἀποκτείνητε, δόξετε πᾶσι τοῖς
Ἕλλησι καὶ ὑμεῖς τὰ τοιαῦτα τῶν ἔργων μισεῖν: εἰ δὲ μή, καὶ τοὺς
προγόνους τῆς παλαιᾶς δόξης ἀποστερήσετε καὶ τοὺς ἄλλους πολίτας μεγάλα
βλάψετε. οἱ γὰρ ἐκείνους μὴ θαυμάζοντες τοῦτον πειράσονται μιμεῖσθαι,
νομίζοντες ἐκεῖνα μὲν παρὰ τοῖς παλαιοῖς2 εὐδοκιμεῖν, παρ᾽ ὑμῖν δ᾽3 ἀναίδειαν καὶ προδοσίαν καὶ δειλίαν
κεκρίσθαι κάλλιστον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.