Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
οὐ γὰρ δὴ1 ἡμεῖς χρημάτων γε ἕνεκα, ἵνα λάβοιμεν, εὖ ὑμᾶς ἐποιοῦμεν, ἀλλ᾽ ἵνα, εἴ ποτε κίνδυνος εἴη ἡμῖν, ἐξαιτούμενοι παρ᾽ ὑμῶν τὴν ἀξίαν χάριν ἀπολάβοιμεν. χρὴ δὲ ὑμᾶς καὶ τῶν ἄλλων ἕνεκα τοιούτους εἶναι, γιγνώσκοντας ὅτι, ἐάν τις πρόθυμος εἰς ὑμᾶς ᾖ, οὐ μόνον ἡμᾶς ὠφελήσετε: ἡμῶν μὲν γὰρ καὶ πρὶν δεηθῆναι πεπείρασθε, οἷοί ἐσμεν εἰς ὑμᾶς: τοὺς δὲ ἄλλους προθυμοτέρους ποιήσετε, κατ᾽ ἀξίαν χαριζόμενοι, ὅσ᾽ ἄν τις ὑμᾶς εὖ ποιῇ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.