previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4.

Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστίν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. [2] Ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ: πᾶν πνεῦμα ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστίν, [3] καὶ πᾶν πνεῦμα μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν: καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. [4] Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστέ, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ἐν ὑμῖν ἐν τῷ κόσμῳ: αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν: [5] διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ κόσμος αὐτῶν ἀκούεὶ. [6] ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμέν: γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. [7]

Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἀγάπη ἐκ τοῦ θεοῦ ἐστίν, καὶ πᾶς ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν. [8] μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι θεὸς ἀγάπη ἐστίν. [9] ἐν τούτῳ ἐφανερώθη ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾽ αὐτοῦ. [10] ἐν τούτῳ ἐστὶν ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν, ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. [11] Ἀγαπητοί, εἰ οὕτως θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. [12] θεὸν οὐδεὶς πώποτε τεθέαται: ἐὰν ἀγαπῶμεν ἀλλήλους, θεὸς ἐν ἡμῖν μένει καὶ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστίν. [13] ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. [14] Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. [15] ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς [Χριστός] ἐστιν υἱὸς τοῦ θεοῦ, θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ. [16] Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει θεὸς ἐν ἡμῖν. θεὸς ἀγάπη ἐστίν, καὶ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ θεὸς ἐν αὐτῷ [μένει]. [17] Ἐν τούτῳ τετελείωται ἀγάπη μεθ᾽ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ. [18] φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾽ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι φόβος κόλασιν ἔχει, δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. [19] Ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. [20] ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν: γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾷν. [21] καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ, ἵνα ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Latin (Saint Jerome, Bible Foundation and On-Line Book Initiative)
load focus English (Rainbow Missions, Inc., Rainbow Missions, Inc.; revision of the American Standard Version of 1901)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: