Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Κορινθιακά
Λακωνικά
Μεσσηνιακά
Ἠλιακῶν Α
Ἠλιακῶν Β
Ἀχαικά
Ἀρκαδικά
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
Δαρεῖος δὲ Ἀρταξέρξου παῖς νόθος, ὃς ὁμοῦ τῷ Περσῶν καὶ δήμῳ Σόγδιον καταπαύσας παῖδα Ἀρταξέρξου γνήσιον ἔσχεν ἀντ᾽ ἐκείνου τὴν ἀρχήν, οὗτος ὡς ἐβασίλευσεν ὁ Δαρεῖος—ἐπυνθάνετο γὰρ τοῦ Πουλυδάμαντος τὰ ἔργα—, πέμπων ἀγγέλους ὑπισχνούμενος δῶρα ἀνέπεισεν αὐτὸν ἐς Σοῦσά τε καὶ ἐς ὄψιν ἀφικέσθαι τὴν αὑτοῦ. ἔνθα δὴ κατὰ πρόκλησιν Περσῶν ἄνδρας τῶν καλουμένων ἀθανάτων ἀριθμὸν τρεῖς ἀθρόους οἱ μονομαχήσαντας ἀπέκτεινεν. ἔργων δὲ τῶν κατειλεγμένων οἱ τὰ μὲν ἐπὶ τῷ βάθρῳ τοῦ ἀνδριάντος ἐν Ὀλυμπίᾳ, τὰ δὲ καὶ δηλούμενά ἐστιν ὑπὸ τοῦ ἐπιγράμματος.
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.