Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[319ξ]
καὶ μάλα πλαστῶς γελῶν, εἰ μέμνημαι, ὡς ‘παιδευθέντα με ἐκέλευες ποιεῖν πάντα ταῦτα ἢ μὴ ποιεῖν.’ ἔφην ἐγὼ κάλλιστα μνημονεῦσαί σε. ‘οὐκοῦν παιδευθέντα,’ ἔφησθα, ‘γεωμετρεῖν, ἢ πῶς;’ κἀγὼ τὸ μετὰ ταῦτα ὃ ἐπῄει μοι εἰπεῖν οὐκ εἶπον, φοβούμενος μὴ σμικροῦ ῥήματος ἕνεκα τὸν ἔκπλουν ὃν προσεδόκων, μή μοι στενὸς γίγνοιτο ἀντ᾽ εὐρυχωρίας. ἀλλ᾽ οὖν ὧν ἕνεκα πάντ᾽ εἴρηται ταῦτ᾽ ἐστί: μή με διάβαλλε λέγων ὡς οὐκ εἴων ἐγώ σε πόλεις Ἑλληνίδας ἐρρούσας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.