Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[336α]
σχῆμα ἀρχῆς ἐτράπετο ἢ ἐπὶ τὸ Συρακούσας μὲν πρῶτον, τὴν πατρίδα τὴν ἑαυτοῦ, ἐπεὶ τὴν δουλείαν αὐτῆς ἀπήλλαξεν φαιδρύνας ἐλευθέρας δ᾽ ἐν σχήματι κατέστησεν, τὸ μετὰ τοῦτ᾽ ἂν πάσῃ μηχανῇ ἐκόσμησεν νόμοις τοῖς προσήκουσίν τε καὶ ἀρίστοις τοὺς πολίτας, τό τε ἐφεξῆς τούτοις προυθυμεῖτ᾽ ἂν πρᾶξαι, πᾶσαν Σικελίαν κατοικίζειν καὶ ἐλευθέραν ἀπὸ τῶν βαρβάρων ποιεῖν, τοὺς μὲν ἐκβάλλων, τοὺς δὲ χειρούμενος ῥᾷον Ἱέρωνος: τούτων δ᾽ αὖ γενομένων δι᾽ ἀνδρὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.