Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[355δ]
ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτ᾽ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γίγνοιτο ὑμῖν πᾶσιν μέσον τεμεῖν, τοῖς τε φεύγουσιν τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσιν τυχεῖν, ὧν οἱ πρόγονοι τότε, τὸ μέγιστον, ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστ᾽ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους: ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτ᾽ ἐλπὶς ἐλείπετ᾽ ἂν οὐδαμῇ οὐδαμῶς. νῦν οὖν τοῖς μὲν ἐλευθερία
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.