previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[647α] δὴ καὶ καλοῦμεν τὸν φόβον ἡμεῖς γε, οἶμαι δὲ καὶ πάντες, αἰσχύνην.

Κλεινίας
τί δ᾽ οὔ;

Ἀθηναῖος
τούτους δὴ δύο ἔλεγον φόβους: ὧν ἕτερος ἐναντίος μὲν ταῖς ἀλγηδόσιν καὶ τοῖς ἄλλοις φόβοις, ἐναντίος δ᾽ ἐστὶ ταῖς πλείσταις καὶ μεγίσταις ἡδοναῖς.

Κλεινίας
ὀρθότατα λέγεις.

Ἀθηναῖος
ἆρ᾽ οὖν οὐ καὶ νομοθέτης, καὶ πᾶς οὗ καὶ σμικρὸν ὄφελος, τοῦτον τὸν φόβον ἐν τιμῇ μεγίστῃ σέβει, καὶ καλῶν αἰδῶ, τὸ τούτῳ θάρρος ἐναντίον ἀναίδειάν τε προσαγορεύει [647β] καὶ μέγιστον κακὸν ἰδίᾳ τε καὶ δημοσίᾳ πᾶσι νενόμικεν;

Κλεινίας
ὀρθῶς λέγεις.

Ἀθηναῖος
οὐκοῦν τά τ᾽ ἄλλα πολλὰ καὶ μεγάλα φόβος ἡμᾶς οὗτος σῴζει, καὶ τὴν ἐν τῷ πολέμῳ νίκην καὶ σωτηρίαν ἓν πρὸς ἓν οὐδὲν οὕτως σφόδρα ἡμῖν ἀπεργάζεται; δύο γὰρ οὖν ἐστὸν τὰ τὴν νίκην ἀπεργαζόμενα, θάρρος μὲν πολεμίων, φίλων δὲ φόβος αἰσχύνης πέρι κακῆς.

Κλεινίας
ἔστι ταῦτα.

Ἀθηναῖος
ἄφοβον ἡμῶν ἄρα δεῖ γίγνεσθαι καὶ φοβερὸν [647ξ] ἕκαστον: ὧν δ᾽ ἑκάτερον ἕνεκα, διῃρήμεθα.

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
καὶ μὴν ἄφοβόν γε ἕκαστον βουληθέντες ποιεῖν φόβων πολλῶν τινων, εἰς φόβον ἄγοντες αὐτὸν μετὰ νόμου, τοιοῦτον ἀπεργαζόμεθα.

Κλεινίας
φαινόμεθα.

Ἀθηναῖος
τί δ᾽ ὅταν ἐπιχειρῶμέν τινα φοβερὸν ποιεῖν μετὰ δίκης; ἆρ᾽ οὐκ ἀναισχυντίᾳ συμβάλλοντας αὐτὸν καὶ προσγυμνάζοντας νικᾶν δεῖ ποιεῖν διαμαχόμενον αὑτοῦ ταῖς ἡδοναῖς; τῇ μὲν δειλίᾳ τῇ ἐν αὑτῷ προσμαχόμενον καὶ [647δ] νικῶντα αὐτὴν δεῖ τέλεον οὕτω γίγνεσθαι πρὸς ἀνδρείαν, ἄπειρος δὲ δήπου καὶ ἀγύμναστος ὢν τῶν τοιούτων ἀγώνων ὁστισοῦν οὐδ᾽ ἂν ἥμισυς ἑαυτοῦ γένοιτο πρὸς ἀρετήν, σώφρων δὲ ἄρα τελέως ἔσται μὴ πολλαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις προτρεπούσαις ἀναισχυντεῖν καὶ ἀδικεῖν διαμεμαχημένος καὶ νενικηκὼς μετὰ λόγου καὶ ἔργου καὶ τέχνης ἔν τε παιδιαῖς καὶ ἐν σπουδαῖς, ἀλλ᾽ ἀπαθὴς ὢν πάντων τῶν τοιούτων;

Κλεινίας
οὔκουν τόν γ᾽ εἰκότα λόγον ἂν ἔχοι. [647ε]

Ἀθηναῖος
τί οὖν; φόβου φάρμακον ἔσθ᾽ ὅστις θεὸς ἔδωκεν ἀνθρώποις, ὥστε ὁπόσῳ πλέον ἂν ἐθέλῃ τις πίνειν αὐτοῦ, τοσούτῳ μᾶλλον αὐτὸν νομίζειν καθ᾽ ἑκάστην πόσιν δυστυχῆ γίγνεσθαι, καὶ φοβεῖσθαι τὰ παρόντα καὶ τὰ μέλλοντα αὑτῷ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: