previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[829α] αὐτήν, καθάπερ ἕνα ἄνθρωπον, ζῆν εὖ: τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μήθ᾽ ἑαυτοὺς ἀδικεῖν μήτε ὑφ᾽ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπόν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον, καὶ οὐκ ἔστιν αὐτὸ τελέως σχεῖν ἄλλως τελέως γενόμενον ἀγαθόν: ταὐτὸν δὴ τοῦτο ἔστι καὶ πόλει ὑπάρχειν, γενομένῃ μὲν ἀγαθῇ βίος εἰρηνικός, πολεμικὸς δὲ ἔξωθέν τε καὶ ἔνδοθεν, ἂν κακή. τούτων δὲ ταύτῃ σχεδὸν ἐχόντων, [829β] οὐκ ἐν πολέμῳ τὸν πόλεμον ἑκάστοις γυμναστέον, ἀλλ᾽ ἐν τῷ τῆς εἰρήνης βίῳ. δεῖ τοίνυν πόλιν ἑκάστου μηνὸς νοῦν κεκτημένην στρατεύεσθαι μὴ ἔλαττον μιᾶς ἡμέρας, πλείους δέ, ὡς ἂν καὶ τοῖς ἄρχουσιν συνδοκῇ, μηδὲν χειμῶνας καύματα διευλαβουμένους, αὐτούς τε ἅμα καὶ γυναῖκας καὶ παῖδας, ὅταν ὡς πανδημίαν ἐξάγειν δόξῃ τοῖς ἄρχουσιν, τοτὲ δὲ καὶ κατὰ μέρη: καί τινας ἀεὶ παιδιὰς μηχανᾶσθαι καλὰς ἅμα θυσίαις, ὅπως ἂν γίγνωνται μάχαι τινὲς ἑορταστικαί, [829ξ] μιμούμεναι τὰς πολεμικὰς ὅτι μάλιστα ἐναργῶς μάχας. νικητήρια δὲ καὶ ἀριστεῖα ἑκάστοισι τούτων δεῖ διανέμειν ἐγκώμιά τε καὶ ψόγους ποιεῖν ἀλλήλοις, ὁποῖός τις ἂν ἕκαστος γίγνηται κατά τε τοὺς ἀγῶνας ἐν παντί τε αὖ τῷ βίῳ, τόν τε ἄριστον δοκοῦντα εἶναι κοσμοῦντας καὶ τὸν μὴ ψέγοντας. ποιητὴς δὲ ἔστω τῶν τοιούτων μὴ ἅπας, ἀλλὰ γεγονὼς πρῶτον μὲν μὴ ἔλαττον πεντήκοντα ἐτῶν, μηδ᾽ αὖ τῶν ὁπόσοι ποίησιν μὲν καὶ μοῦσαν ἱκανῶς κεκτημένοι ἐν αὑτοῖς εἰσιν, καλὸν δὲ [829δ] ἔργον καὶ ἐπιφανὲς μηδὲν δράσαντες πώποτε: ὅσοι δὲ ἀγαθοί τε αὐτοὶ καὶ τίμιοι ἐν τῇ πόλει, ἔργων ὄντες δημιουργοὶ καλῶν, τὰ τῶν τοιούτων ᾀδέσθω ποιήματα, ἐὰν καὶ μὴ μουσικὰ πεφύκῃ. κρίσις δὲ αὐτῶν ἔστω παρά τε τῷ παιδευτῇ καὶ τοῖς ἄλλοις νομοφύλαξι, τοῦτο ἀποδιδόντων αὐτοῖς γέρας, παρρησίαν ἐν μούσαις εἶναι μόνοις, τοῖς δὲ ἄλλοις μηδεμίαν ἐξουσίαν γίγνεσθαι, μηδέ τινα τολμᾶν ᾁδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδ᾽ ἂν ἡδίων τῶν Θαμύρου [829ε] τε καὶ Ὀρφείων ὕμνων, ἀλλ᾽ ὅσα τε ἱερὰ κριθέντα ποιήματα ἐδόθη τοῖς θεοῖς, καὶ ὅσα ἀγαθῶν ὄντων ἀνδρῶν ψέγοντα ἐπαινοῦντά τινας ἐκρίθη μετρίως δρᾶν τὸ τοιοῦτον. τὰ αὐτὰ δὲ λέγω στρατείας τε πέρι καὶ τῆς ἐν ποιήσεσι παρρησίας γυναιξί τε καὶ ἀνδράσιν ὁμοίως γίγνεσθαι δεῖν. χρὴ δὲ ἀναφέρειν παραδεικνύντα ἑαυτῷ τὸν νομοθέτην τῷ λόγῳ: φέρε, τίνας ποτὲ τρέφω τὴν πόλιν ὅλην παρασκευάσας;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: