previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[877α] ἐλεεῖν, οὐδὲ αἰδούμενον ἄλλως ἢ καθάπερ ἀποκτείναντα ὑπέχειν τὴν δίκην φόνου ἀναγκάζειν: τὴν δὲ οὐ παντάπασι κακὴν τύχην αὐτοῦ σεβόμενον καὶ τὸν δαίμονα, ὃς αὐτὸν καὶ τὸν τρωθέντα ἐλεήσας ἀπότροπος αὐτοῖς ἐγένετο μὴ τῷ μὲν ἀνίατον ἕλκος γενέσθαι, τῷ δὲ ἐπάρατον τύχην καὶ συμφοράν, τούτῳ δὴ χάριν τῷ δαίμονι διδόντα καὶ μὴ ἐναντιούμενον, τὸν μὲν θάνατον ἀφελεῖν τοῦ τρώσαντος, μετάστασιν [877β] δὲ εἰς τὴν γείτονα πόλιν αὐτῷ γίγνεσθαι διὰ βίου, καρπούμενον ἅπασαν τὴν αὑτοῦ κτῆσιν. βλάβος δέ, εἰ κατέβλαψεν τὸν τρωθέντα, ἐκτίνειν τῷ βλαφθέντι, τιμᾶν δὲ τὸ δικαστήριον ὅπερ ἂν τὴν δίκην κρίνῃ, κρίνειν δὲ οἵπερ ἂν τοῦ φόνου ἐδίκασαν εἰ ἐτελεύτησεν ἐκ τῆς πληγῆς τοῦ τραύματος. γονέας δ᾽ ἂν παῖς ἢ δοῦλος δεσπότην ὡσαύτως ἐκ προνοίας τρώσῃ, θάνατον εἶναι τὴν ζημίαν: καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν ὡσαύτως τρώσῃ, [877ξ] καὶ ὄφλῃ τραύματος ἐκ προνοίας, θάνατον εἶναι τὴν ζημίαν. γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν: τὴν δὲ κτῆσιν, ἐὰν μὲν ὑεῖς ἢ θυγατέρες αὐτοῖς ὦσιν παῖδες ἔτι, τοὺς ἐπιτρόπους ἐπιτροπεύειν καὶ ὡς ὀρφανῶν τῶν παίδων ἐπιμελεῖσθαι: ἐὰν δὲ ἄνδρες, μὴ ἐπάναγκες ἔστω τρέφεσθαι τὸν φεύγοντα ὑπὸ τῶν ἐκγόνων, τὴν δὲ οὐσίαν αὐτοὺς κεκτῆσθαι. ἄπαις δὲ ὅστις ἂν τοιαύταις συμφοραῖς περιπέσῃ, [877δ] τοὺς συγγενεῖς συνελθόντας μέχρι ἀνεψιῶν παίδων τοῦ πεφευγότος ἀμφοτέρωθεν, πρός τε ἀνδρῶν καὶ πρὸς γυναικῶν, κληρονόμον εἰς τὸν οἶκον τοῦτον τῇ πόλει τετταρακοντακαιπεντακισχιλιοστὸν καταστῆσαι βουλευομένους μετὰ νομοφυλάκων καὶ ἱερέων, διανοηθέντας τρόπῳ καὶ λόγῳ τοιῷδε, ὡς οὐδεὶς οἶκος τῶν τετταράκοντα καὶ πεντακισχιλίων τοῦ ἐνοικοῦντός ἐστιν οὐδὲ σύμπαντος τοῦ γένους οὕτως ὡς τῆς πόλεως δημόσιός τε καὶ ἴδιος: δεῖ δὴ τήν γε πόλιν τοὺς [877ε] αὑτῆς οἴκους ὡς ὁσιωτάτους τε καὶ εὐτυχεστάτους κεκτῆσθαι κατὰ δύναμιν. ὅταν οὖν τις ἅμα δυστυχηθῇ καὶ ἀσεβηθῇ τῶν οἴκων, ὥστε τὸν κεκτημένον ἐν αὐτῷ παῖδας μὲν μὴ καταλιπεῖν, ἠίθεον δὲ ἢ καὶ γεγαμηκότα ἄπαιδα τελευτῆσαι φόνου ὀφλόντα ἑκουσίου ἤ τινος ἁμαρτήματος ἄλλου τῶν περὶ θεοὺς ἢ πολίτας ὧν ἂν θάνατος ἐν τῷ νόμῳ ζημία διαρρήδην ᾖ κειμένη, ἢ καὶ ἐν ἀειφυγίᾳ τις φεύγῃ τῶν ἀνδρῶν ἄπαις, τοῦτον πρῶτον μὲν καθήρασθαι καὶ ἀποδιοπομπήσασθαι τὸν οἶκον χρεὼν ἔστω κατὰ νόμον, ἔπειτα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: