next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[327α]

Σωκράτης
κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος προσευξόμενός τε τῇ θεῷ καὶ ἅμα τὴν ἑορτὴν βουλόμενος θεάσασθαι τίνα τρόπον ποιήσουσιν ἅτε νῦν πρῶτον ἄγοντες. καλὴ μὲν οὖν μοι καὶ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι, οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον. [327β] προσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ. κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος Κεφάλου ἐκέλευσε δραμόντα τὸν παῖδα περιμεῖναί κελεῦσαι. καί μου ὄπισθεν παῖς λαβόμενος τοῦ ἱματίου, κελεύει ὑμᾶς, ἔφη, Πολέμαρχος περιμεῖναι. καὶ ἐγὼ μετεστράφην τε καὶ ἠρόμην ὅπου αὐτὸς εἴη. οὗτος, ἔφη, ὄπισθεν προσέρχεται: ἀλλὰ περιμένετε. ἀλλὰ περιμενοῦμεν, δ᾽ ὃς Γλαύκων. [327ξ]

καὶ ὀλίγῳ ὕστερον τε Πολέμαρχος ἧκε καὶ Ἀδείμαντος τοῦ Γλαύκωνος ἀδελφὸς καὶ Νικήρατος Νικίου καὶ ἄλλοι τινὲς ὡς ἀπὸ τῆς πομπῆς.

οὖν Πολέμαρχος ἔφη: Σώκρατες, δοκεῖτέ μοι πρὸς ἄστυ ὡρμῆσθαι ὡς ἀπιόντες.

οὐ γὰρ κακῶς δοξάζεις, ἦν δ᾽ ἐγώ.

ὁρᾷς οὖν ἡμᾶς, ἔφη, ὅσοι ἐσμέν;

πῶς γὰρ οὔ;

τοίνυν τούτων, ἔφη, κρείττους γένεσθε μένετ᾽ αὐτοῦ.

οὐκοῦν, ἦν δ᾽ ἐγώ, ἔτι ἓν λείπεται, τὸ ἢν πείσωμεν ὑμᾶς ὡς χρὴ ἡμᾶς ἀφεῖναι;

καὶ δύναισθ᾽ ἄν, δ᾽ ὅς, πεῖσαι μὴ ἀκούοντας;

οὐδαμῶς, ἔφη Γλαύκων.

ὡς τοίνυν μὴ ἀκουσομένων, οὕτω διανοεῖσθε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: