previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[337α] μᾶλλον εἰκός ἐστίν που ὑπὸ ὑμῶν τῶν δεινῶν χαλεπαίνεσθαι.

καὶ ὃς ἀκούσας ἀνεκάγχασέ τε μάλα σαρδάνιον καὶ εἶπεν: Ἡράκλεις, ἔφη, αὕτη 'κείνη εἰωθυῖα εἰρωνεία Σωκράτους, καὶ ταῦτ᾽ ἐγὼ ᾔδη τε καὶ τούτοις προύλεγον, ὅτι σὺ ἀποκρίνασθαι μὲν οὐκ ἐθελήσοις, εἰρωνεύσοιο δὲ καὶ πάντα μᾶλλον ποιήσοις ἀποκρινοῖο, εἴ τίς τί σε ἐρωτᾷ.

σοφὸς γὰρ εἶ, ἦν δ᾽ ἐγώ, Θρασύμαχε: εὖ οὖν ᾔδησθα ὅτι εἴ τινα ἔροιο ὁπόσα ἐστὶν τὰ δώδεκα, καὶ ἐρόμενος προείποις [337β] αὐτῷ— ‘ὅπως μοι, ἄνθρωπε, μὴ ἐρεῖς ὅτι ἔστιν τὰ δώδεκα δὶς ἓξ μηδ᾽ ὅτι τρὶς τέτταρα μηδ᾽ ὅτι ἑξάκις δύο μηδ᾽ ὅτι τετράκις τρία: ὡς οὐκ ἀποδέξομαί σου ἐὰν τοιαῦτα φλυαρῇς’ —δῆλον οἶμαί σοι ἦν ὅτι οὐδεὶς ἀποκρινοῖτο τῷ οὕτως πυνθανομένῳ. ἀλλ᾽ εἴ σοι εἶπεν: ‘ Θρασύμαχε, πῶς λέγεις; μὴ ἀποκρίνωμαι ὧν προεῖπες μηδέν; πότερον, θαυμάσιε, μηδ᾽ εἰ τούτων τι τυγχάνει ὄν, ἀλλ᾽ ἕτερον εἴπω τι [337ξ] τοῦ ἀληθοῦς; πῶς λέγεις;’ τί ἂν αὐτῷ εἶπες πρὸς ταῦτα;

εἶεν, ἔφη: ὡς δὴ ὅμοιον τοῦτο ἐκείνῳ.

οὐδέν γε κωλύει, ἦν δ᾽ ἐγώ: εἰ δ᾽ οὖν καὶ μὴ ἔστιν ὅμοιον, φαίνεται δὲ τῷ ἐρωτηθέντι τοιοῦτον, ἧττόν τι αὐτὸν οἴει ἀποκρινεῖσθαι τὸ φαινόμενον ἑαυτῷ, ἐάντε ἡμεῖς ἀπαγορεύωμεν ἐάντε μή;

ἄλλο τι οὖν, ἔφη, καὶ σὺ οὕτω ποιήσεις: ὧν ἐγὼ ἀπεῖπον, τούτων τι ἀποκρινῇ;

οὐκ ἂν θαυμάσαιμι, ἦν δ᾽ ἐγώ: εἴ μοι σκεψαμένῳ οὕτω δόξειεν. [337δ]

τί οὖν, ἔφη, ἂν ἐγὼ δείξω ἑτέραν ἀπόκρισιν παρὰ πάσας ταύτας περὶ δικαιοσύνης, βελτίω τούτων; τί ἀξιοῖς παθεῖν;

τί ἄλλο, ἦν δ᾽ ἐγώ, ὅπερ προσήκει πάσχειν τῷ μὴ εἰδότι; προσήκει δέ που μαθεῖν παρὰ τοῦ εἰδότος: καὶ ἐγὼ οὖν τοῦτο ἀξιῶ παθεῖν.

ἡδὺς γὰρ εἶ, ἔφη: ἀλλὰ πρὸς τῷ μαθεῖν καὶ ἀπότεισον ἀργύριον.

οὐκοῦν ἐπειδάν μοι γένηται, εἶπον.

ἀλλ᾽ ἔστιν, ἔφη Γλαύκων. ἀλλ᾽ ἕνεκα ἀργυρίου, Θρασύμαχε, λέγε: πάντες γὰρ ἡμεῖς Σωκράτει εἰσοίσομεν. [337ε]

πάνυ γε οἶμαι, δ᾽ ὅς: ἵνα Σωκράτης τὸ εἰωθὸς διαπράξηται: αὐτὸς μὲν μὴ ἀποκρίνηται, ἄλλου δ᾽ ἀποκρινομένου λαμβάνῃ λόγον καὶ ἐλέγχῃ.

πῶς γὰρ ἄν, ἔφην ἐγώ, βέλτιστε, τὶς ἀποκρίναιτο πρῶτον μὲν μὴ εἰδὼς μηδὲ φάσκων εἰδέναι, ἔπειτα, εἴ τι καὶ οἴεται, περὶ τούτων ἀπειρημένον αὐτῷ εἴη ὅπως μηδὲν ἐρεῖ ὧν ἡγεῖται ὑπ᾽ ἀνδρὸς οὐ φαύλου; ἀλλὰ σὲ δὴ μᾶλλον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: