previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[351α] τὸν λόγον, ὁποῖόν τι τυγχάνει ὂν δικαιοσύνη πρὸς ἀδικίαν. ἐλέχθη γάρ που ὅτι καὶ δυνατώτερον καὶ ἰσχυρότερον εἴη ἀδικία δικαιοσύνης: νῦν δέ γ᾽, ἔφην, εἴπερ σοφία τε καὶ ἀρετή ἐστιν δικαιοσύνη, ῥᾳδίως οἶμαι φανήσεται καὶ ἰσχυρότερον ἀδικίας, ἐπειδήπερ ἐστὶν ἀμαθία ἀδικίαοὐδεὶς ἂν ἔτι τοῦτο ἀγνοήσειενἀλλ᾽ οὔ τι οὕτως ἁπλῶς, Θρασύμαχε, ἔγωγε ἐπιθυμῶ, ἀλλὰ τῇδέ πῃ σκέψασθαι: [351β] πόλιν φαίης ἂν ἄδικον εἶναι καὶ ἄλλας πόλεις ἐπιχειρεῖν δουλοῦσθαι ἀδίκως καὶ καταδεδουλῶσθαι, πολλὰς δὲ καὶ ὑφ᾽ ἑαυτῇ ἔχειν δουλωσαμένην;

πῶς γὰρ οὔκ; ἔφη. καὶ τοῦτό γε ἀρίστη μάλιστα ποιήσει καὶ τελεώτατα οὖσα ἄδικος.

μανθάνω, ἔφην, ὅτι σὸς οὗτος ἦν λόγος. ἀλλὰ τόδε περὶ αὐτοῦ σκοπῶ: πότερον κρείττων γιγνομένη πόλις πόλεως ἄνευ δικαιοσύνης τὴν δύναμιν ταύτην ἕξει, ἀνάγκη αὐτῇ μετὰ δικαιοσύνης; [351ξ]

εἰ μέν, ἔφη, ὡς σὺ ἄρτι ἔλεγες ἔχει δικαιοσύνη σοφίαμετὰ δικαιοσύνης: εἰ δ᾽ ὡς ἐγὼ ἔλεγον, μετὰ ἀδικίας.

πάνυ ἄγαμαι, ἦν δ᾽ ἐγώ, Θρασύμαχε, ὅτι οὐκ ἐπινεύεις μόνον καὶ ἀνανεύεις, ἀλλὰ καὶ ἀποκρίνῃ πάνυ καλῶς.

σοὶ γάρ, ἔφη, χαρίζομαι.

εὖ γε σὺ ποιῶν: ἀλλὰ δὴ καὶ τόδε μοι χάρισαι καὶ λέγε: δοκεῖς ἂν πόλιν στρατόπεδον λῃστὰς κλέπτας ἄλλο τι ἔθνος, ὅσα κοινῇ ἐπί τι ἔρχεται ἀδίκως, πρᾶξαι ἄν τι δύνασθαι, εἰ ἀδικοῖεν ἀλλήλους; [351δ]

οὐ δῆτα, δ᾽ ὅς.

τί δ᾽ εἰ μὴ ἀδικοῖεν; οὐ μᾶλλον;

πάνυ γε.

στάσεις γάρ που, Θρασύμαχε, γε ἀδικία καὶ μίση καὶ μάχας ἐν ἀλλήλοις παρέχει, δὲ δικαιοσύνη ὁμόνοιαν καὶ φιλίαν: γάρ;

ἔστω, δ᾽ ὅς, ἵνα σοι μὴ διαφέρωμαι.

ἀλλ᾽ εὖ γε σὺ ποιῶν, ἄριστε. τόδε δέ μοι λέγε: ἆρα εἰ τοῦτο ἔργον ἀδικίας, μῖσος ἐμποιεῖν ὅπου ἂν ἐνῇ, οὐ καὶ ἐν ἐλευθέροις τε καὶ δούλοις ἐγγιγνομένη μισεῖν ποιήσει ἀλλήλους καὶ στασιάζειν καὶ ἀδυνάτους εἶναι κοινῇ μετ᾽ [351ε] ἀλλήλων πράττειν;

πάνυ γε.

τί δὲ ἂν ἐν δυοῖν ἐγγένηται; οὐ διοίσονται καὶ μισήσουσιν καὶ ἐχθροὶ ἔσονται ἀλλήλοις τε καὶ τοῖς δικαίοις;

ἔσονται, ἔφη.

ἐὰν δὲ δή, θαυμάσιε, ἐν ἑνὶ ἐγγένηται ἀδικία, μῶν μὴ ἀπολεῖ τὴν αὑτῆς δύναμιν, οὐδὲν ἧττον ἕξει;

μηδὲν ἧττον ἐχέτω, ἔφη.

οὐκοῦν τοιάνδε τινὰ φαίνεται ἔχουσα τὴν δύναμιν, οἵαν, ἂν ἐγγένηται, εἴτε πόλει τινὶ εἴτε γένει εἴτε στρατοπέδῳ εἴτε

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: