previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[608α] τροφῆς, εὖνοι μὲν ἐσόμεθα φανῆναι αὐτὴν ὡς βελτίστην καὶ ἀληθεστάτην, ἕως δ᾽ ἂν μὴ οἵα τ᾽ ἀπολογήσασθαι, ἀκροασόμεθ᾽ αὐτῆς ἐπᾴδοντες ἡμῖν αὐτοῖς τοῦτον τὸν λόγον, ὃν λέγομεν, καὶ ταύτην τὴν ἐπῳδήν, εὐλαβούμενοι πάλιν ἐμπεσεῖν εἰς τὸν παιδικόν τε καὶ τὸν τῶν πολλῶν ἔρωτα. ᾀσόμεθα δ᾽ οὖν ὡς οὐ σπουδαστέον ἐπὶ τῇ τοιαύτῃ ποιήσει ὡς ἀληθείας τε ἁπτομένῃ καὶ σπουδαίᾳ, ἀλλ᾽ εὐλαβητέον [608β] αὐτὴν ὂν τῷ ἀκροωμένῳ, περὶ τῆς ἐν αὑτῷ πολιτείας δεδιότι, καὶ νομιστέα ἅπερ εἰρήκαμεν περὶ ποιήσεως.

παντάπασιν, δ᾽ ὅς, σύμφημι.

μέγας γάρ, ἔφην, ἀγών, φίλε Γλαύκων, μέγας, οὐχ ὅσος δοκεῖ, τὸ χρηστὸν κακὸν γενέσθαι, ὥστε οὔτε τιμῇ ἐπαρθέντα οὔτε χρήμασιν οὔτε ἀρχῇ οὐδεμιᾷ οὐδέ γε ποιητικῇ ἄξιον ἀμελῆσαι δικαιοσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς.

σύμφημί σοι, ἔφη, ἐξ ὧν διεληλύθαμεν: οἶμαι δὲ καὶ ἄλλον ὁντινοῦν. [608ξ]

καὶ μήν, ἦν δ᾽ ἐγώ, τά γε μέγιστα ἐπίχειρα ἀρετῆς καὶ προκείμενα ἆθλα οὐ διεληλύθαμεν.

ἀμήχανόν τι, ἔφη, λέγεις μέγεθος, εἰ τῶν εἰρημένων μείζω ἐστὶν ἄλλα.

τί δ᾽ ἄν, ἦν δ᾽ ἐγώ, ἔν γε ὀλίγῳ χρόνῳ μέγα γένοιτο; πᾶς γὰρ οὗτός γε ἐκ παιδὸς μέχρι πρεσβύτου χρόνος πρὸς πάντα ὀλίγος πού τις ἂν εἴη.

οὐδὲν μὲν οὖν, ἔφη.

τί οὖν; οἴει ἀθανάτῳ πράγματι ὑπὲρ τοσούτου δεῖν [608δ] χρόνου ἐσπουδακέναι, ἀλλ᾽ οὐχ ὑπὲρ τοῦ παντός;

οἶμαι ἔγωγ᾽, ἔφη: ἀλλὰ τί τοῦτο λέγεις;

οὐκ ᾔσθησαι, ἦν δ᾽ ἐγώ, ὅτι ἀθάνατος ἡμῶν ψυχὴ καὶ οὐδέποτε ἀπόλλυται;

καὶ ὃς ἐμβλέψας μοι καὶ θαυμάσας εἶπε: μὰ Δί᾽, οὐκ ἔγωγε: σὺ δὲ τοῦτ᾽ ἔχεις λέγειν;

εἰ μὴ ἀδικῶ γ᾽, ἔφην. οἶμαι δὲ καὶ σύ: οὐδὲν γὰρ χαλεπόν.

ἔμοιγ᾽, ἔφη: σοῦ δ᾽ ἂν ἡδέως ἀκούσαιμι τὸ οὐ χαλεπὸν τοῦτο.

ἀκούοις ἄν, ἦν δ᾽ ἐγώ.

λέγε μόνον, ἔφη.

ἀγαθόν τι, εἶπον, καὶ κακὸν καλεῖς;

ἔγωγε. [608ε]

ἆρ᾽ οὖν ὥσπερ ἐγὼ περὶ αὐτῶν διανοῇ;

τὸ ποῖον;

τὸ μὲν ἀπολλύον καὶ διαφθεῖρον πᾶν τὸ κακὸν εἶναι, τὸ δὲ σῷζον καὶ ὠφελοῦν τὸ ἀγαθόν.

ἔγωγ᾽, ἔφη.

τί δέ; κακὸν ἑκάστῳ τι καὶ ἀγαθὸν λέγεις; οἷον ὀφθαλμοῖς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: